[ ] Delos — 172-167 BC
1 ἔδ[οξε]ν τῶι κοινῶι τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν τῶν ἐπ’ Ἰωνίας καὶ Ἑλλη̣σ̣[πόντου καὶ τῶν περὶ τὸν]
[καθηγε]μόνα Διόνυσον· ἐπειδὴ Κράτων Ζωτίχου αὐλητὴς πρότερόν τε γε̣νόμενο[ς ἱερεὺς τοῦ Διονύσου]
[καὶ ἀγω]νοθέτης καλῶς καὶ ἐνδόξως προέστη τῆς τε ἱερεωσύνης καὶ τῆς ἀγων̣[οθεσίας καὶ δοκιμασ]-
[θ]ε̣ὶς ἄξιος εἶναι ταύτης τῆς τιμῆς ὑπὸ τοῦ πλήθους τῶν τεχνιτῶν καὶ αἱρ̣εθε[ὶς πάλιν ἱερεὺς]
5 τοῦ Διονύσου καὶ ἀγωνοθέτης ἐν τῶι αὐτῶι ἔτει, ὑπερθέμενος τοὺς [πρὸ αὐτοῦ γενομένους πάν]-
[τ]ας ἀγωνοθέτας τῆι τε χορηγίαι καὶ τῆι δαπάνηι καὶ τῆι αὐτοῦ μεγαλο[πρεπείαι, καλῶς καὶ πρεπόν]-
τως καὶ ἀξίως τῆς συνόδου πάντα τὰ πρὸς τιμὴν καὶ δόξαν ἀνήκοντα [ἐ]π[οίησε τῶι τε Διονύ]-
σωι καὶ ταῖς Μούσαις καὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι καὶ τοῖς ἄλλοις θεοῖ[ς πᾶσι καὶ τοῖς τε βασι]-
λεῦσι καὶ ταῖς βασιλίσσαις καὶ τοῖς ἀδελφοῖς βασιλέως Εὐμένου καὶ τῶι [κοινῶι τῶν περὶ τὸν Διόνυ]-
10 σον τεχνιτῶν ἀποδεικνύμενος τὴν αὑτοῦ καλοκαγαθίαν καὶ εὐσέβε[ιαν καὶ — — — — ἐν παντὶ και]-
ρῶι καὶ ἰδίαι καὶ κοινῆι ἀεί τινος ἀγαθοῦ παραίτιος γινόμενος, ὅπω[ς διαμένηι εἰς τὸν ἀεὶ]
χρόνον ἡ παρὰ τῶν τεχνιτῶν ἀθάνατος δόξα, οὓς καὶ θεοὶ καὶ βασιλ[εῖς καὶ πάντες Ἕλ]-
ληνες τιμῶσιν, δεδωκότες τήν τε ἀσυλίαν καὶ ἀσφάλειαν πᾶσι τεχν̣[ίταις πολέμου καὶ εἰ]-
ρήνης, κατακολουθοῦντες τοῖς τοῦ Ἀπόλλωνος χρησμοῖς δι’ οὓς [καὶ τοῖς ἀγῶσιν τοῖς τοῦ]
15 Ἀπόλλωνος τοῦ Πυθίου καὶ τῶν Μουσῶν τῶν Ἑλικωνιάδων καὶ τοῦ Ἡρακλέους, ἐν Δελφοῖς μὲν τοῖς]
Πυθίοις καὶ Σωτηρίοις, ἐν Θεσπιαῖς δὲ τοῖς Μουσείοις, ἐν Θήβαις δὲ τοῖ[ς Ἡρακλείοις ἐνέκριναν αὐτοὺς? οἱ]
ἐκ πάντων τῶν Ἑλλήνων εὐσεβέστατοι· ἀγαθῆι τύχηι· δεδόχθαι [τῆι συνόδωι· ἵνα φαίνηται τιμῶ]-
σα τοὺς αὑτῆς εὐεργέτας καταξίως τῶν εὐεργετημάτων· στεφανῶ[σαι Κράτωνα Ζωτίχου αὐλη]-
[τ]ὴν εὐεργέτην καθ’ ἕκαστον ἔτος εἰς ἀεὶ ἐν τῶι θεάτρωι ἐν ἧι ἡμέραι ἡ̣ π̣[ανήγυρις τε]-
20 [λ]εῖται μετὰ τὴν στεφάνωσιν τῶν δήμων στεφάνωι τῶι ἐκ τοῦ νόμο[υ ἀρετῆς ἕνεκα καὶ εὐ]-
[ν]ο̣ίας ἣν̣ ἔχων διατελεῖ εἰς τὸ κοινὸν τῶν περὶ τὸν Διόνυσον τεχνιτῶ[ν· τῆς δὲ ἀναγορεύσεως τοῦ στε]-
[φ]άνου ἐπιμέλειαν ποιεῖσθαι τὸν ἑκάστοτε γινόμενον ἀγωνοθέτην· [ἀναθεῖναι δὲ αὐτοῦ εἰκόνας]
[τ]ρεῖς· τὴν μὲν μίαν ἐν Τέωι ἐν τῶι θεάτρωι ὅπως οἱ καθ’ ἕκαστον ἔτος ἀ̣[γωνοθέται ἐν τῆι]
[π]ανηγύρει καὶ ὅταν ἡ Τηίων πόλις συντελῇ Διονύσια ἢ ἄλλον τιν[ὰ ἀ]γ[ῶνα στεφανώσωσι <τὴν εἰκόνα>]
25 τὴν Κράτωνος στεφάνωι τῶι ἐκ τοῦ νόμου ὧι πάτριόν ἐστι τοῖ[ς τεχνίταις στεφανοῦν τοὺς αὐ]-
τῶν εὐεργέτας· τὴν δὲ ἄλλην ἐν Δήλωι ὅπως καὶ ἐκεῖ στεφανω[θήσεται ὑπὸ τοῦ κοινοῦ τῶν τε]-
χνιτῶν· τὴν δὲ τρίτην οὗ ἂν ἀναθῇ Κράτων ἵνα εἰς ἅπαντα τὸν [χρόνον ὑπόμνημα ἦι τῆς τε πρὸς]
τὸ θεῖον εὐσεβείας καὶ τῆς εἰς τοὺς βασιλέας καὶ βασιλίσσας [καὶ τοὺς ἀδελφοὺς τοῦ]
βασιλέως Εὐμένου καὶ τὸ κοινὸν τῶν περὶ τὸν Διόνυσον τεχ[νιτῶν εὐνοίας, ἅμα δὲ]
30 καὶ τῆι συνόδωι τῆς εὐχαριστίας διότι τὸν αὑτῆς εὐεργέτ[ην Κράτωνα ἐτίμησεν ἀπο]-
διδοῦσα χάριτας τὰς δικαίας τῶν εὐεργετημάτων· ἀναγρ[άψαι δὲ τόδε τὸ ψήφισμα]
εἰς στήλην λιθίνην καὶ στῆσαι παρὰ ταῖς εἰκόσι ταῖς Κράτ[ωνος· πέμψαι δὲ πρέσβεις]
δύο πρὸς τὸν δῆμον τὸν Τηίων οἵτινες αἰτήσονται τόπον [ἐν τῶι θεάτρωι ἐν ὧι σταθήσεται]
ἡ εἰκὼν Κράτωνος καὶ ἄλλους πρὸς τὸν δῆμον τὸν Δηλίων [— — — — — οἵτινες]
35 ἐπελθόντες ἐπὶ τὸν δῆμον καὶ τὴν βουλὴν ἀξιώσουσιν α̣[ὐτοὺς καὶ τοὺς πρυτά]-
νεις δοῦναι τῆι συνόδωι τῶν τεχνιτῶν τὸν τόπον ἐν ὧι [σταθήσεται ἡ εἰκών].
Search Help