[ ]
Delos — ca. 300-250 BC
| 1 | [Θεό]δωρος Θεοφάντου εἶπεν· ἐπειδὴ Μν[ή]- |
| [σα]λκος Τελεσαρχίδου Δήλιος, προξενί- | |
| [ας αὐ]τῶι ὑπαρχούσης μετὰ τῶν ἀ- | |
| [δελφῶν π]ατρικῆς, πολλὰς καὶ μεγά- | |
| 5 | [λ]ας χρεία[ς π]αρέσχηται τῶι δήμωι |
| ἐμ παντὶ καιρῶι, ἔν [τε] τῆι σπανισιτίαι σῖτογ κα- | |
| ταχθέντα ὑπὸ Δηλίω[ν] δὶς οἷς ὤφειλεν ἡ πόλις, | |
| [πα]ραιτησάμενος τοὺς ἐν[ε]χυράσαντας, ἀπέσ- | |
| [τει]λεν τῶι δήμωι, ἀργύριόν [τε] πολλάκις τῆι πό- | |
| 10 | [λει] παρέσχηκεν εἰς ἀναγκαίας [χρ]είας καὶ τοῦτο |
| [ἐκο]μίζετο εἰς ὃ ἦν ὁ δῆμος δυνατὸ[ς] ἀποδοῦναι, | |
| [τ]οῖς τε παραγινομένοις τῶμ πολιτῶ[ν ε]ἰς Δῆλον | |
| [βοη]θῶγ κατὰ τὸ δίκαιογ καὶ χρείας παρε[χόμ]ενο[ς] | |
| [δι]ετέλει ἐφ’ ὅ τι ἄν τις αὐτὸμ παρακαλέσηι· δεδόχθαι | |
| 15 | τῶι δήμωι· τὴμ μὲν προξενίαν ὑπάρχει[ν Μνη]- |
| [σ]άλκωι καὶ αὐτῶι καὶ τοῖς υἱοῖς καὶ τ[οῖς] | |
| ἐκγόνοις καὶ εἶναι αὐτοῖς ἀτ[έλειαν τῶν εἰσα]- | |
| [γ]ομένων καὶ ἐξαγομέ[νων — — — — καὶ] | |
| [εἴσπ]λουγ καὶ ἔκ[πλουν — — — καὶ ἐν πολέ]- | |
| 20 | μωι καὶ ἐ[ν εἰρήνηι — — — — — — — — — —]. |