[ ] Delos — 274/3
1      θε[οί].
ἔδοξε τοῖς συνέδροις τῶν [νησιωτῶν]·
ἐπειδὴ Ὑπατόδωρος Μίκκου καὶ Καφ[ισό]-
δωρος Ἀρχίου Θηβαῖοι εὖνοι καὶ φίλοι τοῖς
5 νησιώταις καὶ χρείας παρέχονται καὶ λ[έ]-
γοντες καὶ πράσσοντες ὅ τι ἂν δύν[ων]-
ται ἀγαθὸν ὑπὲρ τῶν νησιωτῶν· δεδό-
χθαι τοῖς συνέδροις· ἐπαινέσαι Ὑπατόδω-
ρον καὶ Καφισόδωρον Θηβαίους ἀρετῆς ἕ-
10 νεκα καὶ εὐνοίας τῆς εἰς τοὺς νησιώτας
καὶ εἶναι αὐτοὺς προξένους καὶ εὐεργέ-
τας ἐν π[ά]σαις ταῖς νήσοις ὅσαι μετέχου-
σι τοῦ συνεδρίου· δεδόσθαι δὲ αὐτοῖς κα[ὶ]
προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσι καὶ πρόσο-
15 δον πρὸς τὴμ βουλὴν καὶ τὸν δῆμον εἰάν
του δέωνται πρώτοις μετὰ τὰ ἱερά· καὶ ἀσυ-
λίαν ἐμ πολέμωι καὶ ἐν εἰρήνει· ὑπάρχειν
δὲ ταῦτα καὶ τοῖς ἐγγόνοις αὐτῶν· τὸ δὲ
ψήφισμα τόδε ἀναγράψαι τοὺς συνέ-
20 δρους εἰς στήλην λιθίνην καὶ ἀναθεῖναι ἐν
Δήλωι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος· ἀνα-
γράψαι δὲ καὶ τὰς πόλεις ἑκάστας παρ’ ἑ-
αυταῖς τὸ ψήφισμα καὶ ἀναθεῖναι εἰς τὰ
ἱερὰ οὗ ἔθος ἐστὶν αὐταῖς· τὸ δὲ ἀνάλω-
25 μα τὸ εἰς τὴν στήλην καὶ τὴν ἀναγρα-
φὴν δοῦναι τῶι αἱρεθέντι ἐπιμελητεῖ ἀπὸ
τοῦ περιόν{ον}τος {²⁶περιόντος}²⁶ ἀργυρίου τῶι συνεδρίωι·
εἱρέθη ἐπιμελητὴς Τεισίας Μυκόνιος.
Ὑπατοδώρου καὶ
30 Καφισοδώρου Θηβαίων.
Search Help
Contact Us