[ ]
Delos — beg. 2nd c. BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δή- |
| μωι· Τιμοκλείδης Τελεσίππου εἶπε[ν]· | |
| ἐπειδὴ Κλεινόδημος Ληβώτου Σί- | |
| φνιος ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ πε[ρὶ] | |
| 5 | τὸ ἱερὸν καὶ τὸν δῆμον τὸ̣ν Δηλίων |
| καὶ χρείας παρέχεται καὶ κοινῆι τῆι | |
| πόλει καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν | |
| αὐτῶι τῶν πολιτῶν εἰς ὃ ἄν [τ]ις αὐ- | |
| τὸν παρακαλῇ· περὶ δὴ [τ]ού[των] δεδό- | |
| 10 | χθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπαινέ- |
| σαι Κλεινόδημον Ληβώτου Σίφνιον | |
| ἐπὶ τῆι αἱρέσ<ε>ι ἧι ἔχων διατελεῖ περ- | |
| ὶ τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν Δηλί- | |
| ων καὶ εἶναι αὐτὸν πρόξενον καὶ εὐ[ερ]- | |
| 15 | [γ]έτην τοῦ τε ἱεροῦ καὶ Δηλίων κα[ὶ] |
| αὐτὸν καὶ ἐγγόνους· εἶναι δ’ αὐ- | |
| τοῖς ἐν Δήλωι γῆς καὶ οἰκίας ἔνκτ[η]- | |
| σιν καὶ πρόσοδον πρὸς τὴν βουλὴν | |
| καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά· | |
| 20 | ὑπάρχειν δὲ αὐτοῖς καὶ τὰ ἄλλα |
| πάντα ὅσα δέδοται καὶ τοῖς ἄλλοις | |
| προξένοις καὶ εὐεργέταις τοῦ τε ἱ- | |
| εροῦ καὶ Δηλίων· ἀναγράψαι δὲ τόδε | |
| τὸ ψήφισμα τὴν μὲν βουλὴν εἰς τὸ | |
| 25 | βουλευτήριον, τοὺς δὲ ἱεροποιοὺς |
| εἰς τὸ ἱερὸν εἰς στήλην λιθίνην· Ἀπολλό- | |
| δωρος Μαντιθέου ἐπεψήφισεν. |