[ ]
Delos — beg. 2nd c. BC
| 1 | [ἔδοξεν τῆι βου]λῆι καὶ τῶι δή- |
| [μωι· — — — —]ης Λεοντιάδου | |
| [εἶπεν· ἐπειδὴ Δ]ημέας Διονυ- | |
| [σίου Νάξιος ἀ]νὴρ ἀγαθὸς | |
| 5 | [ὢν διατελεῖ περ]ί τε τὸ ἱερὸν |
| [καὶ τὸν δῆμον τὸν Δηλ]ίων καὶ | |
| [χρείας] παρέχεται καὶ κ[ο]ινεῖ | |
| [τ]ε[ῖ πόλ]ει καὶ ἰδίαι τοῖς ἐντ[υγ]- | |
| [χά]ν[ο]υσιν αὐτῶι τῶμ πολ[ι]- | |
| 10 | τῶν εἰς ὃ ἄν τις αὐτὸν παρα- |
| [κ]αλεῖ, πρόθυμον αὑτὸν παρα- | |
| σ[κ]ε[υ]άζων εἰς τὸ πᾶν τὸ χρή- | |
| σ[ιμον] συντελεῖν Δηλίοις· | |
| δε[δ]ό[χ]θαι τεῖ βουλεῖ καὶ τῶι | |
| 15 | δήμωι· εἶναι Δημέαν Διονυσί- |
| ου Νάξιον πρόξενον καὶ εὐερ- | |
| γέτην τοῦ τε ἱεροῦ καὶ Δηλίων κα[ὶ] | |
| αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐ- | |
| τοῖς [ἐν] Δήλωι γῆς καὶ οἰκίας ἔν- | |
| 20 | κτησιν καὶ πρόσοδο[μ] πρὸς τὴμ βου- |
| λὴν πρώτοις μετὰ τὰ ἱερά· ὑπάρ- | |
| χειν δὲ αὐτοῖς καὶ τὰ ἄλλα | |
| πάντα ὅσα καὶ τοῖς λοιπ[οῖς] | |
| προξένοις καὶ εὐ[ερ]γέ[ταις δέ]- | |
| 25 | δοται τοῦ τε ἱερο[ῦ καὶ Δηλίων]· |
| [ἀ]να[γράψ]αι δὲ τόδε τὸ ψήφισμα — — —]. |