[ ]
Delos — beg. 2nd c. BC
| corona laurea | |
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Πάν- |
| ταινος Πανταίνου εἶπεν· ἐπειδὴ Κτήσιππος | |
| Κ[τησί]ππου Χῖος, πρόξενος ὢν τοῦ δήμου, πᾶσαν | |
| σπουδὴν καὶ ἐπιμέλειαν ποιεῖται περί τε τοῦ ἱεροῦ | |
| 5 | καὶ Δηλίων· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμω[ι]· |
| στεφανῶσαι αὐτὸν τοῖς Ἀπολλωνίοις δάφνη[ς] | |
| στεφάνωι τῶι ἱερῶι καὶ ἀναγορεῦσαι τὸν ἱεροκή- | |
| ρυκα ἐν τῶι θεάτρωι, ὅταν οἱ χοροὶ τῶν παίδων | |
| ἀγωνίζωνται, τόδε τὸ κήρυγμα· στεφανοῖ | |
| 10 | ὁ δῆμος ὁ Δηλίων Κτήσιππον Κτησίππου |
| Χῖον δάφνης στεφάνωι ἀρετῆς ἕνεκεν καὶ εὐ- | |
| σεβείας τῆς περὶ τὸ ἱερὸν καὶ εὐνοίας τῆς εἰς | |
| τὸν δῆμον τὸν Δηλίων· Πολύξενος Φωκαι- | |
| έως ἐπεψήφισεν. | |
| 15 | corona laurea |