[ ]
Delos — beg. 2nd c. BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δή- |
| μωι· Ἀπολλόδωρος Ἀμφικλέ- | |
| ους εἶπεν· ἐπειδὴ Κτήσιπ- | |
| πος Κτησίππου Χῖος ἀνὴρ | |
| 5 | ἀγαθὸς ὢν διατελεῖ περί τε |
| τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν | |
| Δηλίων καὶ χρείας παρέ- | |
| χεται καὶ κοινεῖ τῆι πόλει | |
| καὶ ἰδίαι τοῖς ἐντυγχά- | |
| 10 | νουσιν αὐτῶι τῶν πολιτῶν |
| εἰς ἃ ἄν τις αὐτὸν παρα- | |
| καλεῖ· περὶ δὴ τούτων δε- | |
| δόχθαι τῆι βουλῆι καὶ τῶι δή- | |
| μωι· ἐπαινέσαι Κτήσιππον | |
| 15 | Κτησίππου Χῖον ἐπὶ τῆι αἱ- |
| ρέσει ἣν ἔχων διατελεῖ πε- | |
| ρί τε τὸ ἱερὸν καὶ τὸν δῆμον | |
| τὸν Δηλίων καὶ εἶναι αὐ- | |
| τὸν πρόξενον καὶ εὐεργέ- | |
| 20 | την τοῦ τε ἱεροῦ καὶ Δηλίων |
| καὶ αὐτὸν καὶ ἐκγόνους· εἶ- | |
| ναι δὲ αὐτοῖς γῆς καὶ οἰκίας | |
| ἔγκτησιν καὶ πρόσοδον πρὸς | |
| τὴν βουλὴν καὶ τὸν δῆμον πρώ- | |
| 25 | τοις μετὰ τὰ ἱερά· ὑπάρχειν δὲ |
| αὐτοῖς καὶ τὰ ἄλλα πάντα ὅσα | |
| δέδοται καὶ τοῖς ἄλλοις προξέ- | |
| νοις καὶ εὐεργέταις τοῦ τε ἱεροῦ | |
| καὶ Δηλίων· ἀναγράψαι δὲ τόδε | |
| 30 | τὸ ψήφισμα τὴν μὲν βουλὴν |
| εἰς τὸ βουλευτήριον, τοὺς δὲ ἱε- | |
| ροποιοὺς εἰς τὸ ἱερὸν εἰς στή- | |
| λην λιθίνην· Παντέλης Παντέ- | |
| λου ἐπεψήφισεν. |