[ ]
Delos — beg. 2nd c. BC
| 1 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· [Τηλέ]- |
| μνηστος Ἀριστείδου εἶπεν· ἐπειδ[ὴ] | |
| Ἀριστίων Μηνοφάνου Κνίδιος ἀνὴρ [ἀγα]- | |
| θὸς ὢν διατελεῖ περί τε τὸ ἱερὸν καὶ τὸν | |
| 5 | δῆμον τὸν Δηλίων καὶ περὶ πλείστου πο- |
| εῖται τοῦ εὐεργετεῖν τὸν δῆμον καὶ πα- | |
| ρεπιδημῶν ἐν τεῖ πόλει πλείω χρόνον | |
| τήν τε ἀναστροφὴν εὐγνωμόνως πεποίη- | |
| ται καὶ ἀξίαν τοῦ ἱεροῦ καὶ χρείας παρέ- | |
| 10 | χεται καὶ κοινεῖ τῆι πόλει καὶ ἰδίαι τοῖς |
| ἐντυγχάνουσιν αὐτῶι τῶν πολιτῶν | |
| εἰς ἃ ἄν τις αὐτὸν παρακαλεῖ· περὶ δὴ | |
| τούτων δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δή- | |
| μωι· ἐπαινέσαι Ἀριστίωνα Μηνοφάνου | |
| 15 | Κνίδιον ἐπὶ τεῖ προαιρέσει ἣν ἔχων διατελεῖ |
| καὶ εἶναι αὐτὸγ καὶ τοὺς ἐγγόνους αὐτοῦ | |
| προξένους καὶ εὐεργέτας τοῦ τε ἱεροῦ | |
| καὶ Δηλίων· εἶναι δὲ αὐτοῖς καὶ γῆς καὶ οἰ- | |
| [κ]ίας ἔνκτησιν καὶ πρόσοδον πρὸς τὴν βου- | |
| 20 | λ̣ὴν καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά· ὑ- |
| π̣άρχειν δὲ αὐτοῖς τὰ ἄλλα πάντα ὅσα δέ- | |
| [δ]ο̣ται καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέ- | |
| [τ]α̣ις τοῦ τε ἱεροῦ καὶ Δηλίων· ἀναγράψαι | |
| [δ]ὲ τόδε τὸ ψήφισμα τὴν μὲν βουλὴν εἰς | |
| 25 | τ̣ὸ βουλευτήριον, τοὺς δὲ ἱεροποιοὺς |
| ε̣ἰς τὸ ἱερόν· Τληπόλεμος Ἄμνου ἐπε- | |
| ψήφισεν. |