[ ] Delos — beg. 2nd c. BC
1 [ἔδο]ξεν τεῖ βουλεῖ καὶ τῶι δή[μωι]·
[Τ]ηλέμνηστος Ἀριστείδου ε[ἶ]-
[πε]ν· ἐπειδὴ Νίκανδρος Παρμε[νίσ]-
[κο]υ Ἁλικαρνασεὺς ἰατρὸς ἀν[ὴρ]
5 ἀγαθὸς ὢν διατελεῖ περί τε
τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν Δη-
[λ]ίων καὶ χρείας παρέχεται κ[αὶ]
[κ]οινεῖ καὶ ἰδίαι τοῖς ἐντυν-
[χ]άνουσιν αὐτῶι Δηλίων ἐν ․․
10 ․ετει κατὰ τὴν ἰατρικὴν τέχ-
[νη]ν φιλότιμον αὑτὸν παρέχε[ται]
τοῖς χρείαν ἔχουσιν αὐτοῦ·
δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι [δή]-
[μ]ωι· Νίκανδρον Παρμενίσκο[υ]
15 Ἁλικαρνασέα πρόξενον εἶνα[ι]
καὶ [εὐ]εργ[έτην τοῦ τ]ε ἱερο[ῦ]
καὶ Δηλίων καὶ αὐτὸν καὶ ἐγγ-
[ό]νους· ὑπάρχειν δὲ αὐτοῖς ἐν
Δήλωι γῆς καὶ οἰκίας ἔγκτη-
20 σιν καὶ προεδρίαν καὶ πρόσοδον
vacat πρὸς τὴν βουλὴν καὶ τὸν
δῆμον πρώτοις μετὰ τὰ ἱερά· δ[ε]-
[δόσ]θαι δὲ αὐτοῖς ὑπὸ τοῦ [δήμου]
— — — — — — — — — — — — — — —
Search Help