[ ]
Delos — 180 or 176 BC
| 1 | ἐπὶ Φωκαιέως ἄρχοντος, μηνὸς Ἀ[ρη]- |
| σιῶνος?· ἔδοξε[ν] τῆι βουλῆι καὶ τῶι [δή]- | |
| [μ]ωι· Τηλέμνηστος Ἀριστείδου εἶπε[ν· ἐ]- | |
| πειδὴ Φ̣ερ̣εκλείδης Φιλονίκου | |
| 5 | Καρθαιεὺς ἀνὴρ ὢν ἀγαθὸς διατε[λεῖ περί] |
| τε τὸ ἱερὸν καὶ τὸν δῆμον | |
| τὸν Δηλίων καὶ χρείας παρέ[χεται καὶ κ]- | |
| οινῆι τῆι πόλει καὶ ἰδίαι | |
| τοῖς ἐντυγχάνουσιν αὐτῶι τῶν πολι[τῶ]- | |
| 10 | ν εἰς ἃ ἄν τις αὐτὸν παρα- |
| [κα]λεῖ· περὶ δὴ τούτων δεδόχθαι τῆι βο[υ]- | |
| λῆι καὶ τῶι δήμωι· εἶναι | |
| [Φερ]εκλείδην Φιλονίκου Καρθαιῆ πρόξε- | |
| νον τοῦ τε ἱεροῦ καὶ Δηλίων | |
| 15 | [κ]αὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖ[ς] |
| [ἐ]ν Δήλωι γῆς καὶ οἰκίας ἔγκτησ- | |
| [ι]ν καὶ προεδρίαν ἐν πᾶσι τοῖς ἀγῶσι | |
| [οἷ]ς Δήλιοι συντελοῦσι καὶ | |
| [πρ]όσοδον πρὸς τὴν βουλὴν πρώτοις μετ- | |
| 20 | [ὰ τ]ὰ ἱερά· ὑπάρχειν δὲ |
| [αὐ]τῶι καὶ τἄλλα ὅσα δέδοται καὶ τ[ο]- | |
| [ῖ]ς ἄλλοις προξένοις καὶ εὐεργέταις | |
| τοῦ τε ἱεροῦ καὶ Δηλίων· ἀναγράψαι δ- | |
| ὲ τόδε τὸ ψήφισμα τὴμ μὲν | |
| 25 | [β]ουλὴν εἰς τὸ βουλευτήριον, τοὺς δὲ |
| ἱεροποιοὺς εἰς τὸ ἱερόν· Νικά[ν]ωρ | |
| Νικάνορος ἐπεψήφισεν. |