[ ]
Delos — beg. 2nd c. BC
| corona laurea | |
| 1 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Τηλέμνησ- |
| τος Ἀριστείδου εἶπεν· ἐπειδὴ Δημήτριος Ἀπολ- | |
| λωνίου Περγαμηνός, ὢν πρόξενος καὶ εὐεργέτη[ς] | |
| τοῦ τε ἱεροῦ καὶ Δηλίων, τὴν πᾶσαν σπουδὴν κα[ὶ] | |
| 5 | ἐπιμέλειαν ποιεῖται, πρόθυμον αὑτὸν καὶ ἐκ- |
| τενῆ παρεχόμενος εἰς τὸ εὐχρηστεῖν τ<ο>ῖς | |
| ἐντυγχάνουσιν αὐτῶι τῶν πολιτῶν· περὶ | |
| δὴ τούτων δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δή- | |
| μωι· ἐπαινέσαι τε αὐτὸν καὶ στεφανῶσαι | |
| 10 | τῶι ἱερῶι στεφάνωι Ἀπολλωνί<ο>ις, ὅταν οἱ |
| χοροὶ τῶν παίδων ἀγωνίζωνται, καὶ ἀναγο- | |
| ρεῦσαι ἐν τῶι θεάτρωι τόδε τὸ κήρυγμα· στε- | |
| φαν<ο>ῖ ὁ δῆμος ὁ Δηλίων Δημήτριον Ἀπολ- | |
| λωνίου Περγαμηνὸν δάφνης στεφάνω[ι] | |
| 15 | ἀρετῆς ἕνεκεν καὶ εὐσεβείας τῆς περὶ |
| τὸ ἱερὸν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον | |
| τὸν Δηλίων· Ἵππων Ἀντιφάνου ἐπεψήφισεν. |