[ ]
Delos — beg. 2nd c. BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Τηλέ- |
| μνηστος Ἀριστείδου εἶπεν· ἐπειδὴ Δη- | |
| μήτριος Ἀπολλωνίου Περγαμηνὸς ἀνὴρ ἀγα- | |
| θὸς ὢν διατελεῖ περί τε τὸ ἱερὸν καὶ τὸν δῆμον | |
| 5 | τὸν Δηλίων καὶ περὶ πλείστου ποιούμενος |
| τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν καὶ <ἑ>αυτὸν ε[ὔ]- | |
| χρηστον ἐν παντὶ καιρῶι παρασκευάζει κο[ι]- | |
| νεῖ τε τεῖ πόλει καὶ καθ’ ἰδίαν ἑκάστωι τῶν ἐν- | |
| τυνχανόντων πολιτῶν [εἰς] ἃ ἄν τις αὐτὸν | |
| 10 | παρακαλεῖ καὶ τοῖς ἀφικ[νουμ]ένοις τῶν πολι- |
| τῶν πρὸς τὸν βασιλέα συνεργεῖ μετὰ πάσης πρ[ο]- | |
| θυμίας ἐν <ο>ἷς ἂν χρ<εί>αν ἔχοντες τυνχάνωσιν | |
| καὶ πράτ<τ>ει διὰ παντὸς παρὰ τῶι βασιλεῖ τὰ συ[μ]- | |
| φέροντα περί τε τοῦ ἱεροῦ καὶ τοῦ δήμου τοῦ Δη- | |
| 15 | λίων· περὶ δὴ τούτων ἀγαθεῖ τύχει· δεδό- |
| χθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· εἶναι πρόξενο[ν] | |
| καὶ εὐεργέτην Δημήτριον Ἀπολλωνίου Περ- | |
| γαμηνὸν καὶ τοὺς ἐγγόνους καὶ εἶναι αὐ- | |
| τοῖς ἐν Δήλωι γῆς καὶ οἰκίας ἔγκτησιν κα[ὶ] | |
| 20 | προεδρίαν ἐν τοῖς ἀγῶσιν <ο>ἷς ὁ δῆμος συν- |
| τελεῖ καὶ πρόσοδον πρὸς τὴν βουλὴν καὶ τὸ[ν] | |
| δῆμον πρώτ<ο>ις μετὰ τὰ ἱερά· ὑπάρ- | |
| χειν δὲ Δημητρίωι καὶ τ<ο>ῖς ἐγγόνοις | |
| αὐτοῦ καὶ τὰ ἄλλα πάντα ὅσα δέδοτα[ι] | |
| 25 | καὶ τ<ο>ῖς ἄλλ<ο>ις προξέν<ο>ις καὶ εὐερ- |
| γέταις τοῦ τε ἱεροῦ καὶ Δηλίων· ἀναγράψα[ι] | |
| δὲ τόδε τὸ ψήφισμα τὴν μὲν βουλὴν εἰς | |
| τὸ βουλευτήριον, τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱ- | |
| [ε]ρόν· Στησίλεως Πραξιμένου ἐπεψήφι- | |
| 30 | [σ]ε. |