[ ]
Delos — beg. 2nd c. BC
| 1 | [ἔδοξεν τῆι βουλῆι κ]αὶ τῶι δήμωι· Α̣․ |
| [— — — — — —ν]τος εἶπεν· ἐπει- | |
| [δὴ — — καὶ Θέαρος] Σ̣κ̣ιφαίου Κνώσιο[ι] | |
| [ἄνδρες ἀγαθοὶ ὄντ]ες διατελοῦσι[ν] | |
| 5 | [περί τε τὸ ἱερὸν καὶ τ]ὸν δῆμον τὸν Δη- |
| [λίων καὶ χρείας παρ]έχονται καὶ κοι- | |
| [νῆι καὶ ἰδίαι τοῖς ἐντυ]γχάνουσιν αὐ- | |
| [τοῖς, ποιοῦντες ἀεὶ] ἀγαθὸν ὅ τι ἂν δύ- | |
| [νωνται περί τε τὸ ἱερ]ὸν καὶ τὸν δῆμο[ν] | |
| 10 | [τὸν Δηλίων· περὶ δὴ] τούτων δεδό- |
| [χθαι τῆι βουλῆι καὶ] τῶι δήμωι· εἶ̣να[ι] | |
| [τὸν δεῖνα κ]αὶ Θέαρον Σκιφ[αί]- | |
| [ου Κνωσίους καὶ αὐ]τοὺς καὶ ἐκγό- | |
| [νους προξένους] τοῦ τε ἱεροῦ κα[ὶ] | |
| 15 | [Δηλίων· εἶναι δὲ αὐ]τοῖς γῆς καὶ οἰ- |
| [κίας ἔγκτησιν καὶ π]ρόσοδον πρὸς | |
| [τὴν βουλὴν καὶ τὸν] δῆμον πρώτοις | |
| [μετὰ τὰ ἱερά· εἶναι δ]ὲ αὐτοῖς καὶ | |
| [τἄλλα ὅσα τοῖς προξ]ένοις καὶ εὐερ- | |
| 20 | [γέταις τοῦ τε ἱεροῦ κ]αὶ Δηλίων· ἀ- |
| [ναγράψαι δὲ τόδε τὸ ψ]ήφισμα τὴμ | |
| [μὲν βουλὴν εἰς τὸ βο]υλευτήριον, | |
| [τοὺς δὲ ἱεροποιοὺς εἰς] τὸ ἱερόν· Ἀκρ- | |
| [ιδίων(?) — — — — — ἐπε]ψήφισεν. |