[ ]
Delos — end 3rd c. BC
| 1 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· |
| Θεοτέλης Φωκαέως εἶπεν· ἐπειδὴ | |
| Πολύμνηστος Θίβρωνος Νάξιος | |
| ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περί τε | |
| 5 | τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν Δηλίων |
| χρείας παρεχόμενος ἐν παντὶ | |
| καιρῶι τοῖς ἐντυγχάνουσιν αὐτῶι | |
| Δηλίων καὶ κοινεῖ καὶ ἰδίαι· δεδόχθαι | |
| τεῖ βουλεῖ καὶ τῶι δήμωι· εἶναι Πολύ- | |
| 10 | μνηστον Θίβρωνος Νάξιον πρόξενον |
| καὶ εὐεργέτην τοῦ τε ἱεροῦ καὶ Δηλί- | |
| ων καὶ αὐτὸν καὶ ἐγγόνους καὶ εἶ- | |
| ναι αὐτοῖς ἐν Δήλωι γῆς καὶ οἰκίας | |
| ἔγκτησιν καὶ προεδρίαν ἐν τοῖς ἀ- | |
| 15 | γῶσιν καὶ πρόσοδον πρὸς τὴν βου- |
| λὴν καὶ τὸν δῆμον πρώτοις μετὰ | |
| τὰ ἱερά· ὑπάρχειν δὲ αὐτοῖς καὶ τὰ | |
| ἄλλα πάντα [ὅσα] δ[έ]δοται [καὶ τοῖς] | |
| ἄλλοις προξένοις καὶ εὐεργέταις | |
| 20 | τοῦ τε ἱεροῦ καὶ Δηλίων· ἀναγρά- |
| ψαι δὲ τόδε τὸ ψήφισμα τὴν μὲν | |
| βουλὴν εἰς τὸ βουλευτήριον, τοὺς | |
| δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν· Ἀντί- | |
| γονος Δημόνου ἐπεψήφισεν. |