[ ]
Delos — end 3rd c. BC
| 1 | [— — — — — — — ἐπαινέ]- |
| [σαι Μνησιπτόλεμον Κ]αλλιάρχ̣[ου τὸν] | |
| [ἱ]στοριο̣γ̣[ρά]φ[ον καὶ] σ̣τεφανῶσαι δά- | |
| φνης στεφάνωι τῶι ἱερῶι τοῖς Ἀπολ- | |
| 5 | λωνίοις ἐν τοῖς χοροῖς τῶν παίδων· |
| τὴν δὲ ἀναγγελίαν ποιήσασθαι τὸν | |
| ἱεροκήρυκα ἐν τῶι θεάτρωι τήνδε· ὁ δῆ- | |
| μος ὁ Δηλίων στεφανοῖ Μνησιπτόλε- | |
| μον Καλλιάρχου Κυμαῖον τῶι ἱερῶι στ[ε]- | |
| 10 | φάνωι ἀρετῆς ἕνεκεν καὶ εὐσεβείας |
| τῆς περὶ τὸ ἱερὸν καὶ εὐνοίας τῆς εἰς αὐ- | |
| τόν· δεδόσθαι δ’ αὐτῶι καὶ ἐπὶ τὴν βουλὴν | |
| καὶ ἐπὶ τὸν δῆμον ἔφοδον πρώτωι μετὰ τὰ ἱερά· | |
| 〚— —〛 εἶνα̣ι̣ <δὲ αὐτὸν> {ΣΙ} καὶ τοὺς ἐγγόνους προξέ- | |
| 15 | νους τῆς πόλεως καὶ ὑπάρχειν αὐτοῖς πάν- |
| τα ὅσα καὶ τοῖς λοιποῖς προξένοις ὑπάρχει· | |
| [Π]αρμενίων Διοδότου ἐπεψήφισεν. | |
| 17a | {²in corona laurea}² |
| 18 | ὁ δῆμος |
| ὁ Δηλίων. |