[ ] Delos — 239-210
1 [ἔδοξεν τῆι β]ουλῆι καὶ τῶι δήμω[ι]·
— — — — Τελέσωνος εἶπεν· ἐ[πει]-
[δὴ Ἀριστόβ]ουλος Ἀθηναίου Θεσσα-
[λονικεύς, πρόξ]ενος ὢν καὶ εὐεργέ-
5 [της τοῦ τε] ἱεροῦ καὶ Δηλίων, ἀποστα-
[λεὶς ὑπὸ τοῦ β]ασιλέως Δημητρίου σιτώ-
[νης παρ]επιδεδήμηκεν πλείω χρό-
[νον εὐπρεπ]ῶς καὶ ἀξίως τοῦ τε ἱεροῦ
[καὶ τοῦ βασιλ]έως καὶ τοῦ δήμου τοῦ Δη-
10 [λίων καὶ] πᾶσαν σπουδὴν καὶ φιλοτιμία[ν]
[πεποίηται περὶ τ]ῶν συμ[φερόντων τῶι τε]
[ἱερῶι] καὶ τῶι βασιλ[εῖ καὶ τ]ῶι δήμ[ωι]
τῶι Δη[λίω]ν καὶ χρείας [παρέχεται κοι]-
[νῆι τῆι πό]λει καὶ ἰδίαι το[ῖς ἐντυγ]χάνου-
15 σιν αὐτῶι εἰς ἃ ἄν [τις παρακα]λεῖ Δηλί-
[ων]· ἵνα εἰδῶσιν πάντες ὅτι ἐπίσταται
[τιμ]ᾶν ὁ δῆμος τοὺς [ἀγαθού]ς, δεδόχθα[ι]
[τῆι βου]λῆι καὶ τῶι δήμωι· ἐ[παιν]έσαι τε
[αὐ]τὸν καὶ στεφανῶσαι δάφνης στεφά-
20 [νωι καὶ] ἀναγορεῦσαι τὸν ἱε[ροκή]ρυκα ἐν
[τῶι θ]εάτρωι τοῖς Ἀπολλωνίοις, ὅταν οἱ
[τῶν] παίδων χοροὶ ἀγωνί[ζω]νται, τόδε
[τὸ κήρ]υγμα· στεφανοῖ ὁ δῆμος ὁ Δηλίων
[Ἀρ]ιστόβουλον Ἀθηναίου Θεσσαλονικ[α]
25 [δάφ]νης στεφάνωι ἀρετῆς ἕνεκεν καὶ εὐ-
[σεβεί]ας τῆς περὶ τὸ ἱερὸν καὶ εὐνοίας τῆς
[εἰς] τὸν βασιλέα Δημήτριον καὶ τὸν δῆμο[ν]
[τὸν Δ]ηλίων· Ἀντίπατρος Καλλίου ἐπε-
ψήφισεν.
Search Help
Contact Us