[ ]
Delos — mid-3rd c. BC
| 1 | [— — — — — — ε]ἶπεν· ἐπειδὴ |
| [Ἰάσων Θεο]πρόπου Κυρηναῖος ἀνὴρ | |
| [ἀγαθὸς ὢ]ν διατελεῖ περί τε τὸ ἱερὸν | |
| [τ]ὸ ἐν Δήλωι καὶ τὸν δῆμον τὸν Δηλί- | |
| 5 | ων· δεδόχθαι τῶι δήμωι· εἶναι Ἰάσονα |
| Θεοπρόπου Κυρηναῖον πρόξενον καὶ | |
| εὐεργέτην τοῦ δήμου τοῦ Δηλίων | |
| καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι | |
| αὐτοῖς πάντων ἀτέλειαν καὶ προ- | |
| 10 | εδρίαν καὶ γῆς καὶ οἰκίας ἔγκτησιν |
| καὶ πρόσο[δον] πρὸς τὴμ βουλὴν καὶ | |
| τὸ[ν δ]ῆμον πρώτοις μετὰ τὰ ἱερά· | |
| καὶ ὑπάρχειν αὐτοῖς καὶ τἄλλα ὅσ[α]- | |
| περ καὶ τοῖς ἄλλοις προξένοις καὶ | |
| 15 | εὐεργέταις δέδοται ἐν Δήλωι· |
| [ἀ]ναγράψαι δὲ τόδε τὸ ψήφισμα | |
| [τὴ]μ μὲν βουλὴν εἰς τὸ βουλευτή- | |
| [ριον], τοὺς δὲ ἱεροποιοὺς | |
| [εἰς τὸ] ἱερόν. |