[ ]
Delos — mid-3rd c. BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δή- |
| μωι· Ἀλεξέβιος Τίμωνος εἶπεν· | |
| ἐπειδὴ Ἑρμα̣[ίδ]ας? ἀνὴρ ἀγαθὸς ὢν | |
| διατελεῖ [καὶ εὔ]νους· δεδόχθαι | |
| 5 | τῶι δήμ[ω]ι· πρ[όξενον] εἶν[αι] Δηλίων |
| καὶ εὐεργέτ[ην Ἑρ]μα̣[ίδαν?] Π̣[ρα]ξιδά- | |
| μου Ῥόδιον καὶ αὐτὸν [καὶ ἐκγό]νου[ς] | |
| καὶ εἶναι [αὐτοῖς ἀτέλει]αν ἐν Δή- | |
| λωι πάντ[ων καὶ γῆς καὶ οἰκίας ἔγ]- | |
| 10 | κτησιν καὶ π[ροεδρίαν ἐν] τοῖς ἀγῶσι[ν] |
| καὶ πρό[σοδον πρὸς τὴμ βουλ]ὴν καὶ | |
| τὸν δῆμον [πρώτοις μ]ετὰ τὰ ἱερὰ | |
| καὶ τἄλλα [ὑπάρ]χειν αὐτ[οῖς ὅσα] | |
| καὶ τοῖς ἄλλοις π[ροξένοις καὶ εὐ]- | |
| 15 | εργέταις τοῦ [τε ἱεροῦ καὶ τοῦ δήμου τοῦ] |
| [Δ]ηλ[ίων — — — — — — — — — —]. |