[ ] Delos — mid-3rd c. BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι·
Πραξικλῆς Μνησικλέους εἶπεν· ἐπειδὴ
Ἀριστάγορος ἀνὴρ ἀγαθὸς ὢν διατε-
λεῖ περί τε τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν
5 Δηλίων τοῖς τε ἐντυγχάνουσιν αὐ-
τῶι τῶμ πολιτῶν καὶ κοινῆι καὶ ἰδίαι
χρείας παρέχεται εἰς ἃ ἂν παρακαλῆ-
ται ὑπὸ Δηλίων· δεδόχθαι τῆι βουλῆι καὶ
τῶι δήμωι· εἶναι Ἀριστάγορον Σωτηρίσκου
10 Κυθήριον πρόξενον καὶ εὐεργέτην
τοῦ τε ἱεροῦ καὶ Δηλίων καὶ αὐτὸν καὶ
ἐκγόνους καὶ δεδόσθαι αὐτοῖς ἐν Δήλωι
πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ
εὐεργέταις τοῦ τε ἱεροῦ καὶ Δηλίων·
15 δεδόσθαι δὲ αὐτοῖς καὶ πρόσοδον
πρὸς τὴμ βουλὴν καὶ τὸν δῆμον πρώ-
τοις μετὰ τὰ ἱερά· ἀναγράψαι δὲ τόδε
τὸ ψήφισμα τὴμ μὲν βουλὴν εἰς τὸ
βουλευτήριον, τοὺς δὲ ἱεροποιοὺς
20 εἰς τὸ ἱερόν.
Search Help
Contact Us