[ ]
Delos — mid-3rd c. BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· |
| Πραξικλῆς Μνησικλέους εἶπεν· ἐπειδὴ | |
| Ἀριστάγορος ἀνὴρ ἀγαθὸς ὢν διατε- | |
| λεῖ περί τε τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν | |
| 5 | Δηλίων τοῖς τε ἐντυγχάνουσιν αὐ- |
| τῶι τῶμ πολιτῶν καὶ κοινῆι καὶ ἰδίαι | |
| χρείας παρέχεται εἰς ἃ ἂν παρακαλῆ- | |
| ται ὑπὸ Δηλίων· δεδόχθαι τῆι βουλῆι καὶ | |
| τῶι δήμωι· εἶναι Ἀριστάγορον Σωτηρίσκου | |
| 10 | Κυθήριον πρόξενον καὶ εὐεργέτην |
| τοῦ τε ἱεροῦ καὶ Δηλίων καὶ αὐτὸν καὶ | |
| ἐκγόνους καὶ δεδόσθαι αὐτοῖς ἐν Δήλωι | |
| πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ | |
| εὐεργέταις τοῦ τε ἱεροῦ καὶ Δηλίων· | |
| 15 | δεδόσθαι δὲ αὐτοῖς καὶ πρόσοδον |
| πρὸς τὴμ βουλὴν καὶ τὸν δῆμον πρώ- | |
| τοις μετὰ τὰ ἱερά· ἀναγράψαι δὲ τόδε | |
| τὸ ψήφισμα τὴμ μὲν βουλὴν εἰς τὸ | |
| βουλευτήριον, τοὺς δὲ ἱεροποιοὺς | |
| 20 | εἰς τὸ ἱερόν. |