[ ]
Delos — mid-3rd c. BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δή- |
| [μ]ωι· Κόνων Φωκαέως εἶπεν· | |
| [ἐ]πειδὴ Αἰσχυλῖνος εὔνους | |
| ὢν διατελεῖ περὶ τὸ ἱερὸν καὶ | |
| 5 | [τ]ὴμ πόλιν τὴν Δηλίων καὶ ποι- |
| εῖ ὅ τι ἂν δύνηται ἀγαθὸν Δη- | |
| λίους· δεδόχθαι τῆι βουλῆ[ι] | |
| καὶ τῶι δήμωι· εἶναι πρόξε- | |
| νον Αἰσχυλῖνον Θεοκρίνου | |
| 10 | Μιλήσιον καὶ εὐεργέτην |
| τοῦ ἱεροῦ καὶ Δηλίων καὶ αὐ- | |
| τὸν καὶ ἐκγόνους καὶ εἶναι α[ὐ]- | |
| τοῖς ἐν Δήλωι ἀτέλειαμ πά- | |
| ντων καὶ προεδρίαν καὶ γῆς | |
| 15 | καὶ οἰκίας ἔγκτησιν καὶ πρό- |
| σοδομ πρώτοις πρὸς τὴμ βο[υ]- | |
| [λ]ὴν καὶ τὸν δῆμον μετὰ τὰ [ἱε]- | |
| [ρά· ὑ]πάρχειν δὲ αὐτοῖς κ[αὶ] | |
| [τὰ ἄλλα] πάντα ὅσαπερ [καὶ] | |
| 20 | [τοῖς ἄλλοις π]ροξένοις καὶ εὐ]- |
| [εργέταις τοῦ τε ἱερ]οῦ κα[ὶ Δη]- | |
| [λίων δέδοται — — — — —]. |