[ ] Delos — mid-3rd c. BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι
δήμωι· Θεοκυδίδης Πρωτα-
γόρου εἶπεν· ἐπ[ε]ι[δ]ὴ Φίλα[ρ]-
χος ἀνὴρ ἀγαθὸς ὢν δια-
5 τελεῖ περί τε τὸ ἱερὸν καὶ
τὸν δῆμον τὸν Δηλίων καὶ
χρείας παρέχεται Δηλί-
οις κοινεῖ καὶ ἰδίαι τοῖς
ἐντυγχάνουσιν αὐτῶι· δε-
10 δόχθαι τῆι βουλῆι καὶ τῶι δή-
μωι· εἶναι Φίλαρχον Σωσα-
γόρου Ν<ι>σύριον πρόξενον
τοῦ τε ἱεροῦ καὶ τοῦ δήμου
τοῦ Δηλίων καὶ αὐτὸν καὶ ἐκ-
15 γόνους καὶ εἶναι αὐτοῖς ἐν
Δήλωι ἀτέλειαν καὶ γῆς καὶ
οἰκίας ἔγκτησιν καὶ προε-
δρίαν ἐν τοῖς ἀγῶσιν καὶ
πρόσοδον πρὸς τὴν βουλὴν
20 καὶ τὸν δῆμον πρώτοις μετὰ
τὰ ἱερά· ὑπάρχειν δὲ αὐτοῖς
καὶ τὰ ἄλλα ὅσα δέδοται καὶ
τοῖς ἄλλοις προξένοις καὶ
εὐεργέταις τοῦ τε ἱεροῦ καὶ
25 τοῦ δήμου τοῦ Δηλίων· ἀνα-
γράψαι δὲ τόδε τὸ ψήφισμα
τὴμ μὲν βουλὴν εἰς τὸ βουλευ-
τήριον, τοὺς δὲ ἱεροποιοὺς
εἰς τὸ ἱερόν· Αἰχμόκριτος
30 Ἀγαθάρχου ἐ[π]εψήφισεν.
Search Help
Contact Us