[ ]
Delos — mid-3rd c. BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι |
| δήμωι· Θεοκυδίδης Πρωτα- | |
| γόρου εἶπεν· ἐπ[ε]ι[δ]ὴ Φίλα[ρ]- | |
| χος ἀνὴρ ἀγαθὸς ὢν δια- | |
| 5 | τελεῖ περί τε τὸ ἱερὸν καὶ |
| τὸν δῆμον τὸν Δηλίων καὶ | |
| χρείας παρέχεται Δηλί- | |
| οις κοινεῖ καὶ ἰδίαι τοῖς | |
| ἐντυγχάνουσιν αὐτῶι· δε- | |
| 10 | δόχθαι τῆι βουλῆι καὶ τῶι δή- |
| μωι· εἶναι Φίλαρχον Σωσα- | |
| γόρου Ν<ι>σύριον πρόξενον | |
| τοῦ τε ἱεροῦ καὶ τοῦ δήμου | |
| τοῦ Δηλίων καὶ αὐτὸν καὶ ἐκ- | |
| 15 | γόνους καὶ εἶναι αὐτοῖς ἐν |
| Δήλωι ἀτέλειαν καὶ γῆς καὶ | |
| οἰκίας ἔγκτησιν καὶ προε- | |
| δρίαν ἐν τοῖς ἀγῶσιν καὶ | |
| πρόσοδον πρὸς τὴν βουλὴν | |
| 20 | καὶ τὸν δῆμον πρώτοις μετὰ |
| τὰ ἱερά· ὑπάρχειν δὲ αὐτοῖς | |
| καὶ τὰ ἄλλα ὅσα δέδοται καὶ | |
| τοῖς ἄλλοις προξένοις καὶ | |
| εὐεργέταις τοῦ τε ἱεροῦ καὶ | |
| 25 | τοῦ δήμου τοῦ Δηλίων· ἀνα- |
| γράψαι δὲ τόδε τὸ ψήφισμα | |
| τὴμ μὲν βουλὴν εἰς τὸ βουλευ- | |
| τήριον, τοὺς δὲ ἱεροποιοὺς | |
| εἰς τὸ ἱερόν· Αἰχμόκριτος | |
| 30 | Ἀγαθάρχου ἐ[π]εψήφισεν. |