[ ] Delos — 270-250
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δή-
μωι· Ἡγέας Ἀφθονήτου εἶπεν·
ἐπειδὴ Μητρᾶς εὔνους ὢν δι-
ατελεῖ περὶ τὸ ἱερὸν καὶ τὴμ
5 πόλιν τὴν Δηλίων καὶ ποιεῖ
ὅ τι ἂν δύνηται ἀγαθὸν Δη-
λίους· δεδόχθαι τῆι βουλῆι
καὶ τῶι δήμωι· εἶναι πρόξε-
νομ Μητρᾶν Διοδώρου Μι-
10 λήσιον καὶ εὐεργέτην τοῦ
ἱεροῦ καὶ Δηλίων καὶ αὐτὸ-
ν καὶ ἐκγόνους καὶ εἶναι αὐ-
τοῖς ἐν Δήλωι ἀτέλειαμ
πάντων καὶ προεδρίαν
15 καὶ γῆς καὶ οἰκίας ἔγκτησιν
[κ]αὶ πρόσοδομ πρώτοις πρὸ[ς]
[τ]ὴμ βουλὴν καὶ τὸν δῆμον
μετὰ τὰ ἱερά· ὑπάρχειν δὲ αὐ-
τοῖς καὶ τὰ ἄλλα πάντα ὅσ-
20 απερ καὶ τοῖς ἄ[λ]λοις προξέ-
νοις καὶ εὐεργέται[ς τοῦ ἱεροῦ κ]-
αὶ Δηλίων δέδο[ται· ἀναγρά]-
ψαι δὲ τό[δε τὸ ψήφισμα — —].
Search Help
Contact Us