[ ]
Delos — 270-260
1 | θεοί. |
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· | |
Χοιρύλος Θαρσύνοντος εἶπεν· | |
ἐπειδὴ Πραξιφάνης vacat | |
5 | Διονυσιφάνους χρήσιμος ὢν |
διατελεῖ τῆι πόλει τῆι Δηλίων | |
καὶ ποεῖ ὅ τι δύναται ἀγαθὸν | |
Δηλίους καὶ λόγωι καὶ ἔργωι· | |
δεδόχθαι τῶι δήμωι· εἶναι | |
10 | Πραξιφάνη Διονυσιφάνου |
εὐεργέτην τε τοῦ ἱεροῦ τοῦ ἐν | |
Δήλωι καὶ πρόξενον Δηλίων καὶ | |
αὐτὸν καὶ ἐγγόνους αὐτοῦ καὶ εἶναι | |
αὐτοῖς ἀτέλειαν πάντων καὶ γῆ[ς] | |
15 | καὶ οἰκίας ἔγκτησιν καὶ πολι- |
τείαν καὶ προεδρίαν ἐν τοῖς | |
[ἀ]γῶσι· ἐπιμελεῖσθαι δὲ αὐτῶν | |
[καὶ] τὴν βουλὴν τὴν ἀεὶ βουλεύ- | |
[ουσαν] ἐάν τινος δέωνται χρη- | |
20 | [ματίζο]υσαν πρώτοις μετὰ τὰ |
[ἱερά· ὅπως δ]ὲ εἶ κύρια τὰ ὑπὸ τοῦ | |
[δήμου ἐψηφισ]μένα, ἀναγράψαι | |
[τόδε τὸ ψήφισμ]α τὴν μὲν βουλὴν | |
[εἰς τὸ βουλευτήρι]ον, τοὺς δὲ | |
25 | [ἱεροποιοὺς εἰς τὸ ἱε]ρόν. |