[ ]
Delos — 270-260
| 1 | θεοί. |
| ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· | |
| Χοιρύλος Θαρσύνοντος εἶπεν· | |
| ἐπειδὴ Πραξιφάνης vacat | |
| 5 | Διονυσιφάνους χρήσιμος ὢν |
| διατελεῖ τῆι πόλει τῆι Δηλίων | |
| καὶ ποεῖ ὅ τι δύναται ἀγαθὸν | |
| Δηλίους καὶ λόγωι καὶ ἔργωι· | |
| δεδόχθαι τῶι δήμωι· εἶναι | |
| 10 | Πραξιφάνη Διονυσιφάνου |
| εὐεργέτην τε τοῦ ἱεροῦ τοῦ ἐν | |
| Δήλωι καὶ πρόξενον Δηλίων καὶ | |
| αὐτὸν καὶ ἐγγόνους αὐτοῦ καὶ εἶναι | |
| αὐτοῖς ἀτέλειαν πάντων καὶ γῆ[ς] | |
| 15 | καὶ οἰκίας ἔγκτησιν καὶ πολι- |
| τείαν καὶ προεδρίαν ἐν τοῖς | |
| [ἀ]γῶσι· ἐπιμελεῖσθαι δὲ αὐτῶν | |
| [καὶ] τὴν βουλὴν τὴν ἀεὶ βουλεύ- | |
| [ουσαν] ἐάν τινος δέωνται χρη- | |
| 20 | [ματίζο]υσαν πρώτοις μετὰ τὰ |
| [ἱερά· ὅπως δ]ὲ εἶ κύρια τὰ ὑπὸ τοῦ | |
| [δήμου ἐψηφισ]μένα, ἀναγράψαι | |
| [τόδε τὸ ψήφισμ]α τὴν μὲν βουλὴν | |
| [εἰς τὸ βουλευτήρι]ον, τοὺς δὲ | |
| 25 | [ἱεροποιοὺς εἰς τὸ ἱε]ρόν. |