[ ]
Delos — ca. 300-250 BC
| 1 | — — — — — — — — — — — — — — — — δ̣[ιατε]- |
| [λει ποι]ῶν ὅ [τι δύναται ἀγ]αθὸν κ[αὶ κοι]- | |
| [νῆι] καὶ ἰδίαι τοῖς ἐντυγχάνουσι[ν αὐτῶι] | |
| χρείας παρεχόμενος· δεδόχθαι τῶι δ̣[ήμωι]· | |
| 5 | εἶναι Ἀσκληπιόδωρον Κράτωνο[ς] |
| Καρύστιον πρόξενον καὶ εὐεργέτην | |
| τοῦ τε ἱεροῦ καὶ Δηλίων καὶ αὐτὸν | |
| καὶ ἐκγόνους αὐτοῦ καὶ ὑπάρ- | |
| χειν αὐτοῖς ἐν Δήλωι ἀτέλειαν | |
| 10 | καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν καὶ |
| πολιτείαν καὶ γῆς καὶ οἰκίας | |
| ἔγκτησιν καὶ πρόσοδον πρὸς | |
| τὴμ βουλὴν καὶ τὸν δῆμον πρώ- | |
| τοις μετὰ τὰ ἱερὰ καὶ τἄλλα ὅσα | |
| 15 | δέδοται τοῖς προξένοις καὶ εὐ- |
| εργέταις τοῦ τε ἱεροῦ καὶ Δη- | |
| λίων· ἀναγράψαι δὲ τόδε τὸ | |
| ψήφισμα τὴμ μὲμ βουλὴν εἰς | |
| τὸ βουλευτήριον, τοὺς δὲ ἱερο- | |
| 20 | ποιοὺς εἰς τὸ ἱερόν. |