[ ]
Delos — ca. 300-250 BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δ[ήμωι]· |
| Χαιρεσίλεως Ἱπποκρίτου εἶπ[εν]· | |
| [ἐ]πειδὴ Φαναγόρας Φαινίππου [Καρ]- | |
| [θαι]εὺς ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ | |
| 5 | περί τε τὸ ἱερὸν τὸ ἐν Δήλωι καὶ Δηλί- |
| ους καὶ λέγων ἀγαθὸν ὅ τι ἂν δύνη- | |
| ται καὶ πράττων περί τε τοῦ ἱεροῦ | |
| καὶ Δηλίων καὶ κοινεῖ τοῖς ἐντυν- | |
| χάνουσι Δηλίων καὶ ἰδίαι χρείας | |
| 10 | παρεχόμενος· περὶ δὴ τούτων δε- |
| δόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· εἶναι | |
| [Φ]αναγόραν Φαινίππου Καρθαιέα πρό- | |
| ξενον τοῦ τε ἱεροῦ καὶ Δηλίων· ὑπάρ- | |
| χειν δὲ αὐτῶι ἐν Δήλωι ἀτέλειαν κα[ὶ] | |
| 15 | [π]ροεδρίαν καὶ γῆς καὶ οἰκίας ἔ[γκτη]- |
| [σ]ιν καὶ πρόσοδον πρὸς τὴ[μ βουλὴν] | |
| καὶ τὸν δῆμον πρώτο[ις μετὰ τὰ ἱερὰ] | |
| καὶ αὐτῶι καὶ ἐκ[γόνοις· ὑπάρχειν] | |
| δὲ αὐτοῖς κα̣[ὶ τἄλλα ὅσαπερ τοῖς ἄλ]- | |
| 20 | λοις προ[ξένοις καὶ εὐεργέταις Δηλίων]· |
| ἀν[αγράψαι δὲ — — — — — — — —]. |