[ ]
Delos — mid-3rd c. BC
| 1 | θεοί. |
| ἔδοξεν τῆι βουλῆι καὶ τῶι δή- | |
| μωι· Λεωφῶν Ἀπημάντου εἶ- | |
| πεν· ἐπειδὴ Εὐάκης Τεισάνδρου | |
| 5 | Βυζάντιος ἀνὴρ ἀγαθός ἐστιν |
| περὶ τὸ ἱερὸν τὸ Δηλίων καὶ | |
| τὴν πόλιν· δεδόχθαι τῶι δή- | |
| μωι· Εὐάκη Τεισάνδρου Βυ- | |
| ζάντιον πρόξενον εἶναι καὶ | |
| 10 | εὐεργέτην Δηλίων καὶ αὐτὸν |
| καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς | |
| ἀτέλειαν πάντων καὶ προεδρί- | |
| αν καὶ γῆς ἔγκτησιν καὶ οἰκίας | |
| καὶ πρόσοδον πρὸς τὴν βουλὴν | |
| 15 | καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ |
| ἱερά· ὑπάρχειν δὲ αὐτοῖς καὶ τὰ | |
| ἄλλα ὅσαπερ καὶ τοῖς ἄλλοις | |
| προξένοις καὶ εὐεργέταις τῆς | |
| πόλεως· ἀναγράψαι δὲ τόδε τὸ | |
| 20 | ψήφισμα τὴμ μὲν βουλὴν εἰς τὸ |
| βουλευτήριον, τοὺς δὲ ἱεροποι- | |
| οὺς εἰς τὸ ἱερόν. |