[ ] Delos — ca. 300-250 BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι·
Μνήσαλκος Τελεσαρχίδου εἶπεν· ἐπει-
δὴ Θεόφιλος Δημητρίου Ἀθηναῖος ἀνὴρ ἀ-
γαθὸς ὢν διατελεῖ περὶ τὸ ἱερὸν καὶ Δη-
5 λίους χρείας παρεχόμενος εἰς ἃ ἂν αὐ-
τόν τις παρ[ακαλῆι] τῶν ἐντυγχανόν-
των καὶ κ[οινῆι] καὶ ἰδί[αι· δεδόχθ]αι τῶι δ[ή]-
μωι· εἶναι Θε[όφιλον Δημητρίου] Ἀθηναῖον
εὐεργέτην τοῦ [ἱεροῦ] καὶ [πρ]όξενον
10 τῆς πόλεως τῆς [Δηλίων καὶ δε]δόσ-
θαι αὐτῶι καὶ [ἐκγόνοις πάν]των ἀτέ-
λειαν ἐ[ν Δήλωι] κα[ὶ γῆς καὶ οἰ]κίας ἔν-
κτη[σιν καὶ προεδρίαν ἐν τ]οῖς ἀγῶσιν
οἷς Δήλ[ιοι τιθέασιν καὶ πρόσο]δον πρὸς
15 τὴν [βουλὴν καὶ τὸν δῆμον] πρώτοις με-
τὰ τὰ [ἱερά· ὑπάρχειν δὲ] αὐτοῖς καὶ τὰ
[ἄλλα πάντα ὅσαπερ δέδοται] καὶ τοῖς
προ[ξένοις καὶ εὐεργέταις τοῦ] ἱεροῦ
καὶ Δη[λίων· ἀναγράψαι δὲ τόδε τὸ] ψή-
20 φισμα τὴμ [μὲν βουλὴν] εἰς τὸ βουλε[υ]-
τ[ήριον, τοὺς δ]ὲ ἱε[ροποιοὺς] ε[ἰς τὸ ἱ]ερ[όν].
Search Help
Contact Us