[ ] Delos — ca. 300-250 BC
1             θεοί.
ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμω[ι]·
Ἀριστόλοχος Νικοδρόμου εἶπ[εν]·
ἐπειδὴ Δημοτέλης Αἰσχύ[λου]
5 Ἄνδριος ποιητὴς ὢν πεπραγ[μά]-
τευται περί τε τὸ ἱερὸν καὶ τ[ὴν]
[π]όλιν τὴν Δηλίων καὶ τοὺς μύθου[ς]
τοὺς ἐ[π]ιχωρίους γέγραφεν·
δεδόχθαι τῶι δήμωι· ἐπαινέσαι
10 Δημοτέλην Αἰσχύλου Ἄνδριον
ἀρετῆς ἕνεκα καὶ εὐνοίας τῆς περὶ
τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν Δηλίω[ν]
καὶ στεφανῶσαι αὐτὸν δάφνη[ς]
στ[εφάνωι κα]ὶ ἀναγορεῦσαι τὸν
15 ἱε[ροκήρυκα — — — — — — — —].
Search Help