[ ]
Delos — mid-3rd c. BC
| 1 | [ἔδοξεν τῆι βουλῆι καὶ τῶι] |
| δήμωι· Στησίσ̣[τρατος? — — —] | |
| εἶπεν· ἐπειδὴ Φώκρι[τος καὶ] | |
| Ἀγασικλῆς ἄνδρες ἀγαθοί εἰ[σιν] | |
| 5 | περί τε τὸ ἱερὸν καὶ τὸν δῆμον |
| τὸν Δηλίων· δεδόχθαι τῶι δή[μωι]· | |
| ἐπαινέσαι Φώκριτον κ[αὶ] | |
| Ἀγασικλέα Λεοντίσ[κου] | |
| Βυζαντίους τῆς τ[ε περὶ τὸ] | |
| 10 | [ἱ]ερὸ[ν εὐ]σεβε̣ί̣α̣[ς] ἕ[νεκα] καὶ |
| τῆς εὐνοίας τῆς εἰς τὸν | |
| δῆμον τὸν Δηλίων· εἶναι δὲ | |
| Ἀγασικλέα καὶ Φώκριτον | |
| προξένους Δηλίων αὐτοὺ[ς] | |
| 15 | καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς |
| ἐν Δήλ[ωι] ἀτέλειαν πάντων | |
| καὶ προεδρίαγ καὶ γῆς καὶ οἰκίας | |
| ἔγκτησιγ καὶ πρόσοδομ πρὸς | |
| τὴμ βουλὴγ καὶ τὸν δῆμον | |
| 20 | [π]ρώτοις μετὰ τὰ ἱερὰ καὶ τὰ ἄλλ[α] |
| ὅσα καὶ τοῖς ἄλλοις εὐεργέταις | |
| τοῦ ἱεροῦ δέδοται παρὰ Δηλίων· | |
| ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα | |
| τὴμ μὲμ βουλὴν εἰς τὸ | |
| 25 | {τὸ} βουλευτήριον, το[ὺ]ς δ̣ὲ |
| [ἱεροποι]οὺ[ς εἰς τὸ ἱερόν]. |