[ ]
Delos — beg. 3rd c. BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἀχαιὸς |
| Φανοδίκου εἶπεν· ἐπειδὴ Καλλίας Θυμοχάρους | |
| Ἀθηναῖος ἀνὴρ ἀγαθός ἐστιν περί τε τὸ ἱερὸν | |
| καὶ τὸν δῆμον τὸν Δηλίων· δεδόχθαι τῶι δήμωι· | |
| 5 | εἶναι Καλλίαν Θυμοχάρους Ἀθηναῖον πρόξενον |
| Δηλίων καὶ εὐεργέτην καὶ αὐτὸν καὶ ἐκγόνου[ς] | |
| καὶ εἶναι αὐτοῖς ἀτέλειαν ἐν Δήλωι πάν[των] | |
| καὶ προεδρίαν καὶ π[ολιτείαν — — — — —]. |