[ ]
Delos — beg. 3rd c. BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἀχαιὸς |
Φανοδίκου εἶπεν· ἐπειδὴ Καλλίας Θυμοχάρους | |
Ἀθηναῖος ἀνὴρ ἀγαθός ἐστιν περί τε τὸ ἱερὸν | |
καὶ τὸν δῆμον τὸν Δηλίων· δεδόχθαι τῶι δήμωι· | |
5 | εἶναι Καλλίαν Θυμοχάρους Ἀθηναῖον πρόξενον |
Δηλίων καὶ εὐεργέτην καὶ αὐτὸν καὶ ἐκγόνου[ς] | |
καὶ εἶναι αὐτοῖς ἀτέλειαν ἐν Δήλωι πάν[των] | |
καὶ προεδρίαν καὶ π[ολιτείαν — — — — —]. |