[ ]
Delos — beg. 3rd c. BC
| frg. ab.1 | θεοί. |
| ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· | |
| Τιμῶναξ Διοδότου εἶπεν· ἐπειδὴ | |
| Τελε[σῖ]νος ἐγλαβὼν παρὰ τοῦ δήμου | |
| 5 | τοῦ Δηλίων ἀγάλματα ποιῆσαι τοῦ τε |
| Ἀσκληπιοῦ καὶ τῆς βασιλίσσης | |
| Στρατονίκης ἐπέδωκε τ̣ῶ̣ι̣ δ̣[ήμ]ωι [κ]α[ὶ] | |
| ἐπόησεν τὰ ἀγάλματα ταῦτα τὸ μὲν | |
| τοῦ Ἀσκληπιοῦ χ̣α̣[λκοῦν], τὸ δὲ τῆς βα̣[σι]- | |
| 10 | λίσ[σ]η[ς λίθινον?, ἠργάσ]ατο? δὲ τὰ |
| [ἀγάλ]μ̣ατ[α καλῶς καὶ] ἐσπούδασεν κα[ὶ] | |
| ․․․․․․το․․․․ε․․αν καὶ ἐπόησεν Ε․ | |
| ․․․․․․․ΙΟ— —c.14— — καὶ τὰ ἀγάλματα | |
| ἐν τῶι ἱερῶι ὅσα ἦ̣[ν ἐπισκευῆς] δ̣εόμεν[α] | |
| 15 | κατὰ τὴν αὐτοῦ τέχνην ἔ̣σ̣ω[σ]ε καὶ ἐπ[έ]- |
| σκεύασεν δωρεὰν προαι[ρού]μενος κ̣α[ὶ] | |
| [τ]ὸ ἱερὸν καὶ Δηλίους εὐεργετεῖν· δεδό- | |
| [χθ]αι τῶι δήμωι· ἐπα[ινέ]σαι Τελεσῖνον | |
| [— — — Ἀθηναῖον καὶ στεφανῶσαι αὐ]- | |
| 20 | τὸν δάφνης σ[τεφάνωι καὶ ἀναγορεῦσαι] |
| τοῖς Ἀπολλωνίο[ις ὅτι ὁ δῆμος ὁ Δηλίων] | |
| στεφανοῖ Τελε[σῖνον — — — Ἀθηναῖον] | |
| εὐσεβείας ἕν[εκεν] ἧ̣ς [ἔχων διατελεῖ περὶ] | |
| τὸ ἱερὸν τὸ ἐν Δήλωι [καὶ εὐνοίας τῆς εἰς] | |
| 25 | τὸν δῆμον τὸν [Δη]λίων· [εἶναι δὲ αὐτὸν πρό]- |
| ξενον καὶ [εὐεργ]έτην· [καὶ εἶναι αὐτῶι] | |
| καὶ τοῖς ἐκγό[νοις — — — — — — —] | |
| frg. c.1 | [— — — — καὶ πρόσοδον πρὸς τὴν βουλὴν] |
| [καὶ τ]ὸν δ[ῆμον πρώτοις μετὰ τὰ ἱερὰ καὶ τὰ] | |
| [ἄ]λλα πάντα ὅσ[α καὶ τοῖς ἄλλοις προξέ]- | |
| νοις καὶ εὐεργέταις τ[οῦ ἱεροῦ καὶ Δηλίων]· | |
| 5 | ἀναγράψαι δὲ τόδε τὸ ψή[φισμα τὴν μὲν] |
| βουλὴν εἰς τὸ βουλευτήριον, το[ὺς δὲ ἱερο]- | |
| ποιοὺς εἰς τὸ ἱερὸν ἐν στήλει λιθίνε[ι καὶ στῆ]- | |
| σαι οὗ ἂν δοκεῖ κάλλιστον εἶναι· βουλὴ ἐ̣[<πε>ψή]- | |
| [φι]σ̣εν. |