[ ] Delos — beg. 3rd c. BC
frg. ab.1 θεοί.
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι·
Τιμῶναξ Διοδότου εἶπεν· ἐπειδὴ
Τελε[σῖ]νος ἐγλαβὼν παρὰ τοῦ δήμου
5 τοῦ Δηλίων ἀγάλματα ποιῆσαι τοῦ τε
Ἀσκληπιοῦ καὶ τῆς βασιλίσσης
Στρατονίκης ἐπέδωκε τ̣ῶ̣ι̣ δ̣[ήμ]ωι [κ]α[ὶ]
ἐπόησεν τὰ ἀγάλματα ταῦτα τὸ μὲν
τοῦ Ἀσκληπιοῦ χ̣α̣[λκοῦν], τὸ δὲ τῆς βα̣[σι]-
10 λίσ[σ]η[ς λίθινον?, ἠργάσ]ατο? δὲ τὰ
[ἀγάλ]μ̣ατ[α καλῶς καὶ] ἐσπούδασεν κα[ὶ]
․․․․․․το․․․․ε․․αν καὶ ἐπόησεν Ε․
․․․․․․․ΙΟ— —c.14— — καὶ τὰ ἀγάλματα
ἐν τῶι ἱερῶι ὅσα ἦ̣[ν ἐπισκευῆς] δ̣εόμεν[α]
15 κατὰ τὴν αὐτοῦ τέχνην ἔ̣σ̣ω[σ]ε καὶ ἐπ[έ]-
σκεύασεν δωρεὰν προαι[ρού]μενος κ̣α[ὶ]
[τ]ὸ ἱερὸν καὶ Δηλίους εὐεργετεῖν· δεδό-
[χθ]αι τῶι δήμωι· ἐπα[ινέ]σαι Τελεσῖνον
[— — — Ἀθηναῖον καὶ στεφανῶσαι αὐ]-
20 τὸν δάφνης σ[τεφάνωι καὶ ἀναγορεῦσαι]
τοῖς Ἀπολλωνίο[ις ὅτι ὁ δῆμος ὁ Δηλίων]
στεφανοῖ Τελε[σῖνον — — — Ἀθηναῖον]
εὐσεβείας ἕν[εκεν] ἧ̣ς [ἔχων διατελεῖ περὶ]
τὸ ἱερὸν τὸ ἐν Δήλωι [καὶ εὐνοίας τῆς εἰς]
25 τὸν δῆμον τὸν [Δη]λίων· [εἶναι δὲ αὐτὸν πρό]-
ξενον καὶ [εὐεργ]έτην· [καὶ εἶναι αὐτῶι]
καὶ τοῖς ἐκγό[νοις — — — — — — —]
frg. c.1 [— — — — καὶ πρόσοδον πρὸς τὴν βουλὴν]
[καὶ τ]ὸν δ[ῆμον πρώτοις μετὰ τὰ ἱερὰ καὶ τὰ]
[ἄ]λλα πάντα ὅσ[α καὶ τοῖς ἄλλοις προξέ]-
νοις καὶ εὐεργέταις τ[οῦ ἱεροῦ καὶ Δηλίων]·
5 ἀναγράψαι δὲ τόδε τὸ ψή[φισμα τὴν μὲν]
βουλὴν εἰς τὸ βουλευτήριον, το[ὺς δὲ ἱερο]-
ποιοὺς εἰς τὸ ἱερὸν ἐν στήλει λιθίνε[ι καὶ στῆ]-
σαι οὗ ἂν δοκεῖ κάλλιστον εἶναι· βουλὴ ἐ̣[<πε>ψή]-
[φι]σ̣εν.
Search Help