[ ] Delos — ca. 230-220? BC
1 ἄνθρακας μηδὲ ῥυμοὺς μη[δὲ ξύλα ὃς ἂν μὴ χρῆ]-
ται τοῖς σταθμοῖς τοῖς ξυληροῖ[ς, μὴ πωλεῖν· μὴ]
πριάμενον ἐν Δήλωι πωλεῖν, μηδὲ ὄ[ντα ἐν τῶι]
πλοίωι, τούτων μηθὲν πριάμενον· εἰς αὑτὸ[ν]
5 τὴν ἀπογραφὴν ποιησάμενον πωλεῖν· μηδὲ
ἐπικηρυσσόμενα καθισάμενον πωλεῖν, μη-
δὲ τὰ ἀλλότρια ξύλα μηδὲ ῥυμοὺς μηδὲ ἄν-
θρακας· μηδὲ ἐξέστω πωλεῖν ἀλλ’ αὐτοῖς τοῖς
εἰσάγουσιν, μηδὲ πλείονος πωλεῖν ἢ ὅσου ἂν
10 ἀπογράψωνται πρὸς τοὺς πεντηκοστολό-
γους μηδὲ ἐλάσονος· ἀπογραφέσθωσαν
δὲ καὶ πρὸς τοὺς ἀγορανόμους οἱ εἰσαγαγόν-
τες πρὸ τοῦ πωλεῖν ὅσου ἂν ἀπογράψωνται
πρὸς τοὺς πεντηκοστ[ο]λόγους· ἐὰν δέ τις
15 παρὰ τὰ γεγραμμένα πωλεῖ, πεντήκοντα
δραχμὰς ὀφειλέτω, καὶ ἐξέστω εἰσαγγέλ-
λειν τῶι βουλομένωι τῶμ πολιτῶν πρό-
ς τοὺς ἀγορανόμους· οἱ δὲ ἀγορανόμοι εἰσα-
γόντων τὰς εἰσαγγελίας ταύτα〚—〛ς {²⁶ταύτας}²⁶ εἰς τοὺς
20 τριάκοντα καὶ ἕνα ἐν τῶι μηνὶ ἐν ὧι ἂν εἰσαγ-
γελθεῖ· τὸν δὲ μισθὸν τῶι δικαστηρίωι παρα-
βαλλέσθω ὁ εἰσαγγείλας· ἐὰν δὲ ὄφλει,
τόν τε μισθὸν ἀποτεισάτω τῶι παραβαλομέ-
νωι καὶ τοῦ γεγραμμένου ἐπιτιμίου τὰ δύο
25 μέρη, τὸ δὲ τρίτον μέρος τῶι <δ>ημοσίωι, καὶ οἱ ἀγ[ο]-
ρανόμοι πραξάτωσαν αὐτὸν δέκα ἡμερῶν ἀφ’ ἧ[ς]
ἂν ὄφλει, ἀνεύθυνοι ὄντες· ἐ[ὰ]ν δὲ μὴ δύνωνται,
ἐξομόσαντες, προσθέντων αὐτὸν καὶ τὰ αὐ-
τοῦ τῶι εἰσαγγείλαντι, καὶ ἀναγράψαντες εἰ-
30 ς τὴν σανίδα οὗ καὶ τὰ λοιπὰ γράμματα παραδό-
[τ]ωσαν εἰς τὸ δημόσιον τῆι βουλῆι. vac.
οἳ δὲ ἀτελεῖς ὄντες εἰσάγουσιν ξύλα ἢ ῥυμοὺ[ς]
ἢ ἄνθρακας τὰ πωλούμενα τῶι ξυληρῶι στα-
θμῶι ἀπογραφέσθωσαν πρὸς τοὺς ἀγορανό-
35 μους πρὸ τοῦ πωλεῖν ὅσου ἂν μέλλωσι πωλεῖν,
καὶ μὴ ἐξέστω αὐτοῖς μήτε πλείονος μήτε ἐ-
λάσονος πωλεῖν ἢ ὅσου ἀπεγράψαντο· ἐὰν δέ τι-
νες μὴ πειθαρχῶσιν τοῖς γεγραμμένοις, οἱ ἀγο-
ρανόμοι αὐτοῖς μὴ διδότωσαν μήτε τὰ ζυγὰ μήτε
40 τὰ μέτρα τὰ ἀνθρακηρά, καὶ τοῦ τόπου οὗ ἂν αὐ-
τοῖς κείμενα ἦι τὰ ξύλα ἢ οἱ ἄνθρακες ἢ οἱ ῥυμοὶ
φερέτωσαν τῆι πόλει μισθὸν τῆς ἡμέρας δρα-
χμὴν ἕως ἂν ἄρωσιν, καὶ οἱ ἀγορανόμοι πραξάτω-
σαν αὐτούς, ἀνεύθυνοι ὄντες. vac.
Search Help
Contact Us