| face A | θ[ε]ο[ί]. |
| 1 | [λόγ]ος ἱεροποιῶν τῶν ἱεροποιησάντων ἐπὶ ἄρχοντος Ὑψοκλέους, Ἀριστοθέου τοῦ Τιμοθάλους, Ξενοκλέους τοῦ Φιλαρχίδου. παρελάβο[μεν] |
| [π]αρὰ ἱεροποιῶν τῶν ἱεροποιησάντων ἐπὶ ἄρχοντος Χάρμου, Ἡγία τοῦ Φωκαιέως, Ἀνασχέτου τοῦ Θεοξένου, παρόντων βουλευτῶγ καὶ γραμμ[α]- | |
| τέων τοῦ τῆς πόλεως Τιμησιδήμου τοῦ Ἀντικράτους, τοῦ τῶν ἱεροποιῶν Λυσιμαχίδου τοῦ Λύσου, ἀργυρίου νομίσματος δραχμὰς ·Μ𐅆Χ | |
| ΧΧ𐅅ΗΔΔΔΔ𐅃𐅂𐅂𐅂𐅀· καὶ χρυσοῦς ·ΔΙ· καὶ τεττίγια πτολεμαϊκὰ χρυσᾶ δύο· καὶ φωκαΐδα· καὶ παντοδαποῦ ἀργυρίου εἰς ἀλεξανδρείου λόγ[ον] | |
| 5 | δραχμὰς ·𐅃𐅂𐅂𐅂· καὶ παρὰ Ἀριστοκλέους τοῦ Φίλωνος ·Η· καὶ παρὰ Φιλαίθου καὶ Εὐκλείδου τῶν ἱεροποιησάντων ἐπ’ ἄρχοντος Γλαυκιάδου ·𐅅Η. |
| οἵδε τῶν ἱερῶν τεμενῶν ἐπὶ τῆς ἡμετέρας ἀρχῆς ἐνηρόσια τεθήκασιν· τῆς γῆς τῆς ἐπὶ Πορθμῶι Ἀπολλόδωρος Ξενομήδους δρα- | |
| χμὰς ·ΧΗΗΗΔΔ· τῆς γῆς τῆς ἐμ Πύργοις Δόρκων δραχμὰς ·ΧΗΗΔΔ𐅂𐅂𐅁/· τῆς γῆς τῆς ἐν Λίμναις Ἀριστέας Ἀμφοτεροῦ δραχμὰς ·ΗΗΗ𐅄ΔΔΔΔ𐅃[𐅂] | |
| 𐅂𐅁/· τῆς γῆς τῆς ἐν Ῥάμνοις Ἀντίγονος Ἀνέκτου δραχμὰς ·ΗΗΗΗΔΔ𐅃𐅂𐅂𐅂𐅂· τῆς γῆς τῆς ἐν Διονυσίωι Παρμενίων Χοιρύλου δραχμὰς ·𐅅ΗΔ̣Δ̣𐅂̣· | |
| τῆς γῆς τῆς ἐν Νικοῦ χώρωι Διονύσιος Αὐτοκλέους δραχμὰς ·ΗΗ𐅄ΔΔ𐅂· τῆς γῆς τῆς ἐμ Πανόρμωι Ἰηκλῆς δραχμὰς ·𐅅ΗΗ𐅂𐅂𐅂𐅂· τῆς γῆς τῆς | |
| 10 | Σκιτωνείας Δίδυμος Καλλιδίκου δραχμὰς ·𐅅ΔΔΔ· τῆς γῆς τῆς Χαρητείας Ἐμπεδοκλῆς Χαριλέοντος δραχμὰς ·Χ𐅅ΗΗΗ· τῆς γῆς τῆς Χαρω- |
| νείας Μελήσιππος Ῥηναιεὺς δραχμὰς ·𐅅̣ΗΗΗ· τοῦ Ἱπποδρόμου καὶ τῆς Ἀφέσεως Ἀριστείδης Ἀριστέου δραχμὰς ·𐅅Η𐅃· Λειμῶνος Φερεκλείδης | |
| Εὐκλείδου δραχμὰς ·ΗΗΗΔΔΔ· τοῦ Κεραμείου Ἱερόμβροτος Ἐτεοκλείδου δραχμὰς ·Η̣ΔΔΔΔ· τῆς γῆς τῆς ἐν Σολόηι καὶ Κορακιαῖς Τελέσων Αὐ- | |
| τοκλέους δραχμὰς ·ΗΗΗΗΔ· τῆς γῆς τῆς ἐν Ἄκραι Δήλωι Ζώπυρος Αὐτομέδοντος δραχμὰς ·𐅅𐅂· τῆς γῆς τῆς ἐμ Φοίνιξι Θεωρύλος ·𐅅ΗΗΔ· | |
| τῆς γῆς τῆς Ἐπισθενείας Χοιρύλος Τελέσωνος δραχμὰς ·𐅅𐅄ΔΔΔΔ· τῶν ἐμ Φυταλιᾶι Καλλισθένης Διακρίτου δραχμὰς ·𐅄Δ· τοῦ Λυκωνείου | |
| 15 | Ἀριστείδης Ἀριστέου δραχμὰς ·Η𐅄/////· τῶν Σωσιμαχείωγ Γέρυλλος Πιστοξένου δραχμὰς ·ΗΗΗΔΔΔΔ. vac. |
| καὶ τάδε τῶν ἱερῶν οἰκιῶν ἐνοίκια εἰσήκει· τῶν οἰκημάτων ἐν οἷς Ἔφεσος καπηλεύει παρὰ Ἐφέσου δραχμαὶ ·𐅄𐅂· τῆς Χαρητείας οἰκίας τῆς ἀν- | |
| δρωνίτιδος παρὰ Ἴσου δραχμαὶ ·𐅄Δ𐅃· τῆς γυναικωνίτιδος παρὰ Ἀναψυκτίδου δραχμαὶ ·𐅄ΔΔΔΔ𐅃· τῆς ἀνδρωνίτιδος παρὰ Σωτέ- | |
| λ̣[ου]ς τῶν ἀνδρώνων τῶμ πρὸς τῆι θαλάττηι ·𐅄· τοῦ ἀνδρῶνος τοῦ ἐχομένου τούτων παρὰ τῶν Διοφάντου παίδων ·Δ𐅃𐅂𐅂· τῆς οἰκίας ἣ ἦν | |
| τῶν παίδων τῶν Ἀριστοβούλου παρ’ Αὐτοσθένους ·ΔΔΔ𐅃𐅂𐅂𐅂𐅂ΙΙΙΙ𐅁· τῶν οἰκιῶν τῶμ πρὸς τῶι σιδηρείωι αἳ ἦσαν Κλεοκρίτου παρὰ Πρωτομάχου | |
| 20 | ΔΔΔΔ𐅂𐅂· τῆς οἰκίας ἣ ἦν Ὀρθοκλέους παρὰ Γερύλλου τοῦ Πύθωνος ·ΔΔΔΔΙ· τῆς Σωσιλείας οἰκίας πρὸς ἧι ἡ κρηπὶς παρὰ Κτησικλέους ΗΔΔΔ𐅃𐅂· |
| τῶν οἰκημάτων τῶμ πρὸς τῆι θαλάττηι καὶ τῶν ἐπὶ τούτοις ὑπὲρ Διονυσοδώρου παρὰ Μνησίλεω ·𐅄ΔΔΔΔ𐅂· τῶν ἐχομένων τούτων οἰκη- | |
| μάτων παρὰ Ἀγαθάρχου ·𐅄Δ· τῆς οἰκίας ἣ ἦν Ἐπισθένους, ἣν ἐμεμίσθωτο Ἀπήμαντος Λεωφῶντος δραχμῶν ·𐅄𐅂· παρὰ Πρωτόλε[ω] | |
| τοῦ ἐγγυητοῦ κατὰ τὸ ἥμυσυ ·ΔΔ𐅃ΙΙΙ· τῆς οἰκίας ἣ ἦν Ἀρκέοντος παρὰ Ἀρκέοντος ·ΔΔ𐅃· τῆς οἰκίας ἣ ἦν Πυθαγόρου παρὰ Φίλτου ·ΔΔ𐅃· τῆ[ς] | |
| οἰκίας ἐν ἧι Ἀντίγονος οἰκεῖ παρὰ Ἀρχεπόλιος ·𐅄Δ· τῆς οἰκίας ἣ ἦν Ἐπισθένους ὑπὲρ Τολμίδου οἱ ἔγγυοι Τεισικλῆς Λύσου, Ἀντίγονος Κυδι[θάλου] 𐅄Δ. | |
| 25 | καὶ τάδε ἄλλα εἰσῆλθεν· εἰς τὴν ἀπόδοσιν τοῦ ἀργυρίου οὗ ἡ πόλις ὀφείλει τῶι θεῶι, παρὰ βουλευτῶν τῶν ἐπ’ ἄρχοντος Ὑψοκλέους, |
| ἐκ τῆς πεντηκοστῆς σὺν τοῖς ἐπωνίοις ·ΜΧΧΧΧ𐅅ΗΗΗΗΔ· τῶν ἐνοικίων τῆς δεκάτης ὑπὲρ Τεισικλέο<υ>ς ·𐅅Η· τοῦ ὑποτροπίου ὑπὲρ Φίλλιος | |
| 𐅅ΔΔΔ· τῆς δεκάτης τοῦ σίτου ὑπὲρ Γνωσιδίκου ·ΗΔΔ· ἐπώνια τούτων δραχμὰς ·𐅄Δ𐅂ΙΙΙ· καὶ τὸ χορηγικὸν ἀργύριον ·ΧΧ𐅄𐅃𐅂ΙΙΙΙ. | |
| οἵδε τόκους τεθήκασιν ἐπὶ τῆς ἡμετέρας ἀρχῆς· Γέρυλλος Πιστοξένου δραχμὰς ·Η· Ἄθηνις Εὐρυμάνθους ὑπὲρ τῶγ χωρίων τῶν ἐμ Πασ- | |
| σίρωι τοῦ αὑτοῦ μέρους δραχμὰς ·𐅄Δ· Μνήσαλκος Τελεσαρχίδου ὑπὲρ τῶγ χωρίων τῶν ἐμ Πασσίρωι, ἃ ἦν πρότερον Σωσιπόλιδο[ς], | |
| 30 | δραχμὰς ·𐅄Δ· Ἀνδρομένης Ξένωνος ·ΔΔΙΙΙΙΙ· Ἀλεξικράτεια ὑπὲρ Ἀριγνώτου ·ΔΔΙΙΙΙΙ· Φωκαιεὺς Πιστοξένου ·Δ· Κλεινόδικος καὶ Δεξικράτης |
| Στησίλεω ·ΔΔ· Ἀνδρομένης Δημόνου καὶ Ἐρασῖνος Τλησιμένους ·ΔΔ· Ἀπολλόδωρος Ἀπολλωνίου Κυζικηνὸς ·Δ· Γοργὼ καὶ ὁ κύριος Εὐκλεί- | |
| δης ὑπὲρ Χάρητος ·Δ· Φαναγόρας Φαναγόρου ὑπὲρ τοῦ οἰκήματος ὃ ἦν πρότερον Νεωκόρου δραχμὰς ·Δ𐅁· Τελέσων Χοιρύλου ·𐅃𐅂𐅀· Φίλτης | |
| καὶ Ἀντιχάρης Τληπολέμου ·𐅂𐅂𐅂𐅂· Παρμενίων Χοιρύλου ·𐅃𐅂𐅀· Ἱερόμβροτος Μνησικλέους ·𐅄· Πύρραιθος Νησιώτου ·ΔΔΔ· Ὀλυμπιάδης Θή- | |
| ριδος ·Δ𐅂𐅂ΙΙΙ· Ναυτέλης καὶ Ἀριστόβουλος Ἀμφιτίμου ·𐅃𐅂· Ἑρμόδοτος Ἀριστέου ·ΗΔΔ· Σωσισθένης Φιλοσόφου ·ΔΔΔΔ𐅂ΙΙΙΙ· Ἀντίπατρος ·𐅃𐅂ΙΙΙ· | |
| 35 | Σώστρατος Στράτωνος ·𐅃𐅂𐅂𐅂ΙΙ· Πόλυβος Διοδότου ·𐅂𐅂𐅂𐅀· Τελέσων Αὐτο<κλέους> ὑπὲρ Ξένωνος Ἑρμιονέως ·𐅂𐅂ΙΙ. vac. |
| καὶ τάδε ἄλλα εἰσήκει· τῶν ἰχθύων τῶν ἐν τῆι λίμνηι παρὰ Καλοδίκου ·𐅄Δ· ἐκ τῶν ἐγκυκλίων τὸ περιγενόμενον ·ΗΗ𐅄ΔΔ𐅂𐅂. vac. | |
| ἐκ θησαυρῶν· τοῦ ἐν τῶι ἱερῶι ·Δ𐅃𐅂𐅂𐅂𐅂ΙΙΙΙ· αἰγιναία ·𐅂· ῥόδιον ·ΙΙ· ἐπιδαύριον ·ΙΙΙ· τοῦ ἐν Ἀσκληπιείωι ·ΔΔ𐅃𐅂ΙΙ𐅀· ἐκ τοῦ ἐν Ἀφροδισίωι ·ΙΙΙΙ𐅀/· | |
| καὶ χρυσοῦς. χηνὸς ἀποθανόντος ·𐅃ΙΙΙ· χηναλώπεκος καὶ χηνὸς ὠιῶν ·𐅂ΙΙ· πέρδικος ·Ι· ἀπὸ τοῦ Προπύλου ξύλων πραθέντων ·𐅃𐅂𐅂𐅂ΙΙΙ· | |
| παρὰ βουλευτῶν τῶν ἐπ’ ἄρχοντος Χάρμου τοῦ χορηγικοῦ ἀργυρίου δραχμὰς ·ΧΗΗΗΗ𐅄ΔΔΔ𐅂𐅂ΙΙΙ· ἄλλας παρὰ βουλευτῶγ καὶ ἱεροποιῶν | |
| 40 | τῶν ἐπ’ ἄρχοντος Χάρμου δραχμὰς ·ΗΗ· ἃς ἐξέτεισεν Ὑψοκλῆς Ἀρχεστράτου ὑπὲρ τῆς ἐγγύης ἧς ἠγγύητο Ἀμφίστρατον Ὑψοκλέους· ἄλ- |
| λας παρὰ βουλευτῶν τῶν ἐπ’ ἄρχοντος Ὑψοκλέο<υ>ς ·Η𐅄ΔΔ𐅃· ἃς ἐξέτεισε Ἀρίγνωτος Ἀντιπάτρου ὑπὲρ τῆς ἐγγύης ἧς ἠγγύητο Δίαιτον Ἀπολλοδώρου | |
| τῆς τοῦ θεάτρου περιοικοδομίας τὸ καθ’ αὑτὸν μέρος· καὶ παρ’ Ἀντικράτους τοῦ Τιμησιδήμου ἀντὶ τοῦ παλαιοῦ ἀργυρίου δραχμὰς ·Η· τοῦ | |
| φοίνικος τοῦ περιγενομένου ἀπὸ τοῦ παραδείγματος, παρὰ Φανέου ·𐅃𐅂· τῶμ περιστερῶν τῆς κόπρου ·𐅃𐅂· τῆς πορφύρας ·Δ𐅂𐅂· συκαμίνο[υ ․]. | |
| τάδε ἔργα ἐξεδώκαμεγ κ̣ατὰ ψηφίσματα τοῦ δήμου μετὰ τοῦ ἀρχιτέκτονος καὶ τῶν ἐπιμελητῶν οὓς εἵλετο ὁ δῆμος καὶ {καὶ} κατὰ συγ- | |
| 45 | γραφάς. τοῦ νεὼ τοῦ Ἀπόλλωνος τοῦ περιστύλου τοῦ κατάπροσθεν τῆς ὀροφῆς ποιῆσαι φάτνας δέκα πέντε ἠργολάβησεν Φανέας |
| Καΐκου καὶ Πεισίβουλος Πάριος, τὴν φάτνην ἑκάστην δραχμῶν ·ΗΗΗ· ὥστε παρέχειν αὐτοὺς ἑαυτοῖς πάντα ὅσων ἂν δεῖ εἰς τὰ ἔργα | |
| πλὴν ξύλων· τούτοις ἐδώκαμεν κελευόντων ἐπιμελητῶγ καὶ ἀρχιτέκτονος τὴμ πρώτην δόσιν δραχμὰς ·ΧΧΗΗ𐅄· ποιήσασι δὲ τὰ | |
| ἡμίση τῶν ἔργων κατὰ τὴν συγγραφὴν ἐδώκαμεν δευτέραν δόσιν δραχμὰς ·Χ𐅅ΗΗΗ· συντελέσασι δὲ τὸ ἔργον καὶ ἀποδοῦσι 〚— —〛 | |
| δόκιμον κατὰ τὴν συγγραφὴν τὸ ἐπιδέκατον ἀπεδώκαμεν ἀρχιτέκτονος καὶ ἐπιμελητῶν κελευόντων δραχμὰς ·ΗΗΗΗ𐅄̣· τὸν θρᾶνον τοῦ | |
| 50 | νεὼ τοῦ Ἀπόλλωνος ἐπικόψαντι Νίκωνι μισθὸς δραχμαὶ ·𐅃· Δεινοκράτει τὴν ταινίαν ἐπὶ τὸν θρᾶνον τοῦ νεὼ ἐπιθέντι δραχμαὶ ·ΔΔΔ𐅃𐅂𐅂𐅂. |
| τοῦ νεὼ τοῦ πωρίνου τὴν ὑπωροφίαν ἐργάσασθαι καὶ ἐπιθεῖναι παρέχοντας αὐτοὺς αὑτοῖς εἰς τὰ ἔργα πάντα ὅσων ἂν δεῖ πλὴγ ξύλων | |
| καὶ κεράμου ἠργολάβησαν Δεινοκράτης Λεωφάντου, Ξενοφάνης Σύριος, Θεόφαντος Καρύστιος δραχμῶν ·ΧΗΗΗ· 〚— —〛 τούτοις ἐδώκαμεν | |
| ἀρχιτέκτονος καὶ ἐπιμελητῶν κελευόντων τὴμ πρώτην δόσιν δραχμὰς ·𐅅Η𐅄· ποιήσασι δὲ τὰ ἡμίση τῶν ἔργων, ὡς ἡ συγγραφὴ λέγει, | |
| τὴν δευτέραν δόσιν ἐδώκαμεν δραχμὰς ·𐅅ΔΔ· συντελέσασι δὲ τὸ ἔργον καὶ ἀποδοῦσι δόκιμογ κατὰ συγγραφὴν τὸ ἐπιδέκατον | |
| 55 | ἀπεδώκαμεν ἀρχιτέκτονος καὶ ἐπιμελητῶγ κελευόντων δραχμὰς ·ΗΔΔΔ· 〚— —〛 τοῦ Πωρίνου τὰς παραετίδας ἆραι καὶ τὰς δοκοθήκας ἐπι- |
| τρῆσαι καὶ πάλιν καθαρμόσαι ἀρχιτέκτονος ἐγδόντος ἠργολάβησαν Νίκων καὶ Ἀριστοκλῆς δραχμῶν ·ΔΔ𐅂𐅂𐅂𐅂· τὸ περιοικοδόμημα τὸ πλίν- | |
| θινον τὸ ἐν τῶι Πωρίνωι καθελοῦσι καὶ τοὺς πώρους καὶ τὸγ χοῦν ἐξενέγκασι καὶ τὸ ἔδαφος ὁμαλίσασι Θεοφάντωι καὶ Ξενοφάνει δρα- | |
| χμαὶ ·ΔΔΔΔ. τῆς ὑποδομῆς τῆς ἐν τῆι νήσωι τῆι ἱερᾶι τῆς Ἀρτέμιδος ἀνοικοδομῆσαι καὶ συγχῶσαι ὀργυὰς πεντήκοντα ἠργολάβ[η]- | |
| σαν Νίκων Σύριος, Ἀλεξικλῆς Σερίφιος, Δημόφιλος δραχμῶν ·𐅅· τού{του}τοις {²⁶τούτοις}²⁶ ἐδώκαμεν τὴν πρώτην δόσιν δραχμὰς ·ΗΗ𐅄· ἀρχιτέ{κ}- | |
| 60 | κτονος {²⁶ἀρχιτέκτονος}²⁶ καὶ ἐπιμελητοῦ κελεύοντος· ποιήσασι δὲ τὰ ἡμίση τῶν ἔργων κατὰ τὴν συγγραφὴν δευτέραν δόσιν ἐδώκαμεν δραχμὰ[ς] |
| ΗΗ· συντελέσασι δὲ τὸ ἔργον καὶ ἀποδοῦσι δόκιμον τὸ ἐπιδέκατον ἀπεδώκαμεν ἀρχιτέκτονος καὶ ἐπιμελητοῦ κελεύοντος δραχμ[ὰς] | |
| 𐅄· τὸ λοιπὸν τῆς ὑποδομῆς ἀνοικοδομῆσαι καὶ συγχῶσαι ἠργολάβησαν Μολπίων Ῥηναιεύς, Ἀλεξικλῆς, Δημόφιλος ὀργυὰς 〚— —〛 <πεντήκοντα> δρ[α]- | |
| χμῶν ·𐅅· τούτοις ἐδώκαμεν ἀρχιτέκτονος καὶ ἐπιμελητοῦ κελευόντων τὴμ πρώτην δόσιν δραχμὰς ·ΗΗ𐅄· ποιήσασι δὲ τὰ ἡμί[ση] | |
| τῶν ἔργων δευτέραν δόσιν ἐδώκαμεν δραχμὰς ·ΗΗ· συντελέσασι δὲ τὸ ἔργον κατὰ τὴν συγγραφὴν τὸ ἐπιδέκατον ἀπεδώκαμεν ·<𐅄>. | |
| 65 | [τ]ορνίσκον εἰς τὸ θέατρον ἐργασαμένωι Ἀντιγόνωι Καΐκου παρέχοντι αὑτῶι πάντα εἰς τὸ ἔργον πλὴγ ξύλων μισθὸς δραχμαὶ |
| ․ΔΔ. τοῦ Προπύλου τὰς θύρας τὰς συντριβείσας κατασκευάσασι καὶ ἐπιστήσασι τὰ θύρετρα Ἀμεινονίκωι Θηβαίωι καὶ Θεοδήμωι δρα- | |
| [χ]μαὶ ·ΗΔΔΔ· καὶ τὰς πυλίδας τὰς καινὰς τοῦ Προπύλου ποιήσασι καὶ ἐπιθεῖσι 〚— —〛 Θεοδήμωι καὶ Ἀμεινονίκωι μισθὸς δραχμαὶ ·ΔΔ· ἥλων πα- | |
| [ρὰ] Δεξίου εἰς τὰς πυλίδας μναῖ πέντε· ἡ μνᾶ 𐅂Ι𐅁· τὸγ κίονα τοῦ Προπύλου τὸμ πεσόντα, πρὸς ὧι τὰ θύρετρα ἕστηκεν, ὥστε στῆσαι μισθ[ω]- | |
| [τοῖ]ς τὴμ μηχανὴν ἐξενέγκασι καὶ στήσασι μισθὸς ·𐅂𐅂ΙΙΙΙ· Θεοδήμωι τέκτονι τὴμ μηχανὴν ἐπισκευάζοντι ἡμέρας δύο μισθὸς ·𐅂𐅂𐅂𐅂· ἥλων 〚— —〛 | |
| 70 | μνᾶ 〚— —〛 παρὰ Πρωτόλεω ·𐅂ΙΙ· εἰς τὸν ἄξονα τῆς μηχανῆς ξύλον ἀρέϊνον ·𐅂ΙΙΙ· ξύλον εἰς τὰς ἁψῖδας τοῖς σφονδύλοις τοῦ κίονος ·𐅂𐅂𐅂· Νίκω- |
| νι καὶ τῶι υἱῶι ἐργασαμένοις ἐπὶ τοῦ κίονος ἡμέρας δύο μισθὸς δραχμαὶ ·𐅃𐅂𐅂𐅂· μισθωτοῖς συνάρασι τὸγ κίονα ·𐅂𐅂ΙΙΙ· Καίρωι ὑπηρετοῦντι πρὸς | |
| τῆι μηχανῆι ·ΙΙΙΙΙ· μισθωτοῖς τὴμ μηχανὴγ καθελοῦσι καὶ ἀπενέγκασι ·𐅂𐅂𐅂ΙΙΙ. τοῦ νεὼ τοῦ Ἀσκληπιοῦ τῆς ὀροφῆς τὰ κρίνα λευκώ////σαντι κα[ὶ] | |
| τὰς κάλχας χρυσώσαντι Ἀντιδότωι ἀρχιτέκτονος καὶ ἐπιμελητῶν ἐγδόντων ἐδώκαμεν δραχμὰς ·ΔΔΔΔ𐅂𐅂𐅂𐅂. ἐπὶ τὸν νεὼ τὸμ πώρινον κε- | |
| ράμου ζεύγη ·Η𐅄ΔΔ𐅃· ἐξύρου, τιμὴ τοῦ ζεύγους ·ΙΙΙΙΙ· ἡ πᾶσα τιμὴ δραχμαὶ ·ΗΔΔΔΔ𐅃· τέλος ἐν Σύρωι τοῦ κεράμου ·𐅂𐅂𐅂𐅂ΙΙΙΙ· ναῦλλον τοῦ ζεύγους ·Ι[𐅀/] | |
| 75 | Νικοκλεῖ vac. τὸ πᾶν δραχμαὶ ·ΔΔΔ𐅃𐅂𐅂· ἀνακομίσασι τὸγ κέραμον εἰς τὸ ἱερὸν μισθὸς ·𐅂ΙΙΙ. εἰς τὸ παράδειγμα τοῦ Προπύλου πίνακα ἠγοράσαμεν παρὰ |
| Χρησίμου ·Δ𐅂𐅂· ἐπισκευάσαντι τὸμ πίνακα Θεοδήμωι ·𐅂𐅂· λευκώσαντι τὸμ πίνακα ἀμφοτέρωθεν ·𐅂𐅂𐅂. καὶ τάδε τῶμ πρὸ ἡμῶν ἔργων | |
| ἐγδεδομένων ἐδώκαμεν ἀρχιτέκτονος καὶ ἐπιμελητῶγ κελευόντων· Κροίσωι ἐργώνηι τῶν λίθων τῶν εἰς τὸ ἱερὸν τοῦ Διὸς τοῦ Κυνθ[ί]- | |
| ου ἀπαγαγόντι καὶ ἀπομετρήσαντι τοὺς προσοφειλομένους λίθους εἰς τοὺς χιλίους καὶ τέτταρας πόδας τὴν δευτέραν δόσιν ἐδώκα- | |
| μεν δραχμὰς ·Χ𐅅ΗΗΗΗ𐅄ΔΔΔΔ𐅂𐅂𐅂𐅂𐅀/. τοῦ νεὼ τοῦ Ἀσκληπιοῦ τὴν ὀροφὴν συντελέσαντι Δεινοκράτει τὸ ἐπιδέκατον ἀπεδώκαμεν | |
| 80 | δραχμὰς ·𐅄𐅃. ὑπὲρ Θεοφίλου τοῦ ἐργολαβήσαντος τὰς παραετίδας ἐργάσασθαι τῶι νεῶι τῆς Ἀρτέμιδος τοῖς ἐγγυηταῖς αὐτοῦ Σωσιμέ<νει> |
| καὶ Τιμησιδήμωι συντελέσασι τὸ ἔργον κατὰ τὴν συγγραφὴν τὸ ἐπιδέκατον ἀπεδώκαμεν δραχμὰς ·ΗΔΔΔ𐅃. τοῦ θεάτρου τὴν ὀρχή- | |
| στραν καὶ τοὺς θάκους ἀνακαθάρασι καὶ τὸγ χοῦν ἐξενέγκασι μισθωτοῖς ἀρχιτέκτονος ἐγδόντος μισθὸς ·𐅃𐅂𐅂. καὶ τάδε ἄλλα ἐδώκαμεν· | |
| ἀρχιτέκτονι μισθὸς ·𐅅ΗΗΔΔ· τῆι ἀνθρώπωι εἰς τὰ ἐπιτήδεια ·ΗΔΔ· τῶι ὑπηρέτηι Δώρωι ·Η𐅄𐅃𐅂· Λεπτίνηι καὶ Βακχίωι τοῖς λιθουργοῖς | |
| εἰς τὰ ἐπιτήδεια ·ΗΗΗΗ𐅄ΔΔΔ· καὶ εἰς ἱματισμὸν ·ΔΔΔ𐅂𐅂𐅂𐅂· γραμματεῖ μισθὸς ·𐅄ΔΔΔ· κήρυκι ·𐅄Δ· νεωκόρωι εἰς Ἀσκληπιεῖον | |
| 85 | Η𐅄ΔΔΔ· νεωκόρωι εἰς τὸν θεὸν ·𐅄Δ· κρηνοφύλακι ·𐅄ΔΔΔΔ· τῆι αὐλητρίδι τῆι αὐλούσηι τῶι χορῶι τῶγ γυναικῶν μισθὸς ·ΗΔΔ· χορῶι τῶι γε- |
| νομένωι τοῖς κωμωιδοῖς καὶ τῶι τραγωιδῶι Δράκοντι τοῖς ἐπιδειξαμένοις τῶι θεῶι δᾶιδες παρὰ Ἐργοτέλους ·𐅂𐅂𐅂𐅂· ῥυμοὶ καὶ | |
| ξύλα ·ΙΙΙΙ· εἰς τὸν σίδηρον τῶν λιθουργῶν στόμωμα παρὰ Πολύβου ·𐅂𐅂𐅂ΙΙΙ· Δεξίωι στομώσαντι τύχους δύο καὶ γλαρίδα καὶ σφῆνας καὶ | |
| παρασφήνια ποιήσαντι μισθὸς ·𐅃𐅂𐅂𐅂ΙΙΙ· ἱερισταῖς εἰς σπονδὰς ·Δ· εἰς τὸγ χορὸν τὸγ γενόμενον το[ῖ]ς Ἀπολλωνίοις δᾶιδες παρὰ Ἐργοτέλ<ους> | |
| 𐅂𐅂𐅂𐅂ΙΙΙ· ῥυμὸς ·ΙΙ· τοῖς κατὰ μῆνα λόγοις ἐκτιθεμένοις εἰς τὴν ἀγορὰν λεύκωμα ·ΙΙΙ· στάμνον εἰς Ἀρτεμίσιον ·ΙΙΙ· εἰς τὸ ἄγαλμα τῶι Διονύ- | |
| 90 | σωι κεραία παρὰ Ἐλπίνου ·ΔΔ𐅂𐅂𐅂𐅂· ἐργασαμένωι τὸ ἄγαλμα Ἀριστοθάλει ·𐅃· γράψαντι Δεινομένει ·𐅃· εἰς κόσμησιν τοῦ ἀγάλμα- |
| τος ·𐅃𐅂𐅂ΙΙΙ· τὴν ἅμαξαν ἧι ἄγεται τὸ ἄγαλμα τοῦ Διονύσου Θεοφάντωι ἐπισκευάσαντι ·𐅂· ἧλοι ·ΙΙΙ· τοῦ οἴκου οὗ Στρατονίκη κλῆιδα ποιή- | |
| σαντι Δεξίωι ·𐅂𐅂· τοῦ Ἀρτεμισίου εἰς κόσμησιν νίτρον ·ΙΙΙΙ· σφόγγοι ·𐅂𐅂· ἔλαιον χοῦς ἡμίχουν ·𐅂𐅂𐅂ΙΙΙ· λίνογ καὶ κηρὸς ·ΙΙΙΙ· μύρον ῥόδινο[ν] | |
| παρὰ Κωμωιδίας ·𐅃· εἰς τοὺς χοροὺς τοὺς γενομένους τοῖς Λητ<ώ>ιοις καὶ τοῖς Ἀρτεμισίοις καὶ τὸν τῆι ὀγδόηι δᾶιδες παρὰ Λυσίο[υ] | |
| καὶ Ἐργοτέλους ·𐅃𐅂𐅂𐅂𐅂· ῥυμοὶ παρὰ Μνησικλέους ·ΙΙΙΙ𐅁· Δεξίωι κλῆιδα ποιήσαντι ἀνάπαιστον ·𐅂ΙΙΙ· λαβὴ τῆι κληιδὶ ·ΙΙ· Θεοδήμωι | |
| 95 | τὸν τρύφακτον τὸν ἐν τῆι νήσωι τῆς Ἑκάτης ἐπισκευάσαντι ·𐅂𐅂· ἧλοι ·ΙΙΙΙ· νίτρον ·Ι𐅁· τὴν θυμέλην τοῦ βωμοῦ τοῦ ἐν τῆι Νήσωι |
| κονιάσαντι Φιλοκράτει ·𐅂· σανίδες φιλύριναι ἐννέα παρὰ Δεινοκράτους ἀρχιτέκτονος κελεύοντος, τιμὴ ·𐅄ΔΔ𐅃𐅂ΙΙΙ· μισθωτοῖς | |
| τὰς σανίδας ἀπενέγκασιν εἰς τὸ ἱερὸν ·ΙΙΙ· τὸν τρύφακτον τὸν ἐν τῶι Διοσκουρίωι καὶ τοῦ ἑστιατορίου τὰς θύρας ἐπισκευάσαν- | |
| τι Θεοδήμωι ·𐅃· ἧλοι ·ΙΙΙΙ· Διοσκούροις ἐπίκρασις ·Δ· Δεξίωι παρασφήνια ποιήσαντι ·𐅂𐅂· τροχιλείας εἰς παλαίστραν ·𐅂· σχοινίον παρὰ | |
| Διακοσίου ·𐅃· σκαφεῖον εἰς παλαίστραν παρὰ Ἀλεξιδήμου ·𐅃ΙΙΙ· χαλκίον ἐπισκευάσαντι Δεξίωι ·𐅂ΙΙΙ· κηρύκειον ἠγοράσαμεν ·𐅂𐅂· | |
| 100 | εἰς τὸγ χορὸν τὸγ γενόμενον Τιμοστράτωι τῶι αὐλητῆι, ὅτε ἐπεδείξατο τῶι θεῶι, δᾶιδες παρὰ Ἀρχικλέους ·𐅂𐅂𐅂ΙΙ· ῥυμὸς ·ΙΙ· πίττης με- |
| τρηταὶ τρεῖς τὸγ Κερατῶνα ἀλεῖψαι, τιμὴ τοῦ μετρητοῦ δραχμαὶ ·ΔΔΔΔ· τὸ πᾶν ·ΗΔΔ· ἀλείψαντι τὸγ Κερατῶνα Ἕρμωνι ·ΔΙΙΙ· τοῦ κρατῆ- | |
| ρος τοῦ ἀργυροῦ τοῦ ὠτὸς ἀποπεσόντος κολλήσαντι Ἀριστάρχωι ·𐅂𐅂· ἄνθρακες ·ΙΙΙ· εἰς τὴγ κόσμησιν τῆς Ἥρας σφόγγοι ·𐅂· μύρον ·𐅂𐅂𐅂ΙΙΙ· | |
| ταῖς ἱερείαις εἰς τἄλλα ·𐅃𐅂Ι· τοὺς βωμοὺς τοὺς ἐν τῶι Θεσμοφορίωι ἐξαλείψαντι καὶ γῆν ἐνέγκαντι καὶ λευκώσαντι καὶ ἀνακα- | |
| θάραντι τὸ Θεσμοφόριον καὶ τὸγ χοῦν ἐξενέγκαντι Διονυσίωι μισθὸς ·Δ𐅃𐅂· γῆ λευκὴ ·𐅂· κρανείας τάλαντον παρὰ Μνησικλέους ·𐅂𐅂𐅂𐅂· | |
| 105 | Θεοδήμωι τορνίσκον ποιήσαντι ·𐅂𐅂ΙΙΙ· τὸν λίθον τὸν ὑπὸ τὸ μέλαθρον ὑποκείμενον τοῦ Πωρίνου ἐκ τοῦ Ἀσκληπιείου παραγαγοῦσι καὶ ἀ- |
| νακομίσασιν εἰς τὸ ἱερὸν καὶ συνάρασι μισθωτοῖς ·𐅂𐅂𐅂𐅂ΙΙΙ· τὰς πλίνθους ἐκ τοῦ Πωρίνου ἐξενέγκασι μισθωτοῖς εἰς τὸγ ξυλῶνα ·𐅃𐅂· μό- | |
| λυβδος ·ΙΙΙΙ𐅁· ποτήρια ἐπισκευάσαντι Ἀριστάρχωι ·𐅂Ι𐅁· ξύλον διαπρίσαντι Θεοδήμωι ·ΙΙΙΙΙ· Δεξίωι ὀξύνοντι τὰ σιδήρια τοῖς λιθουργοῖς εἰ[ς] | |
| τὸν ἐνιαυτὸν ·ΔΔΔΔ· ἐλαίου εἰς ἱεροπόιον μετρητής, τιμὴ ·ΔΔ𐅂𐅂𐅂𐅂· ξύλων εἰς Πύθιον τάλαντα ·𐅄ΔΔΔ𐅃· τὸ τάλαντον ·𐅂ΙΙ· ἡ πᾶσα τιμὴ ·Η𐅃𐅂𐅂 | |
| 𐅂ΙΙ· ἀνακομίσασι τὰ ξύλα ·𐅂· ἀνθράκων κάλαθοι δύο καὶ ἡμικαλάθιον, τιμὴ ·ΔΔ· τῆς οἰκίας τῆς Σωσιλείας πρὸς ἧι ἡ κρηπὶς τοῖχον οἰκοδομήσαντι | |
| 110 | Θεοδήμωι ·𐅂𐅂𐅂· τῆς οἰκίας ἐν ἧι Ἱέρακος οἰκεῖ τὰ τέγη ἐπισκευάσαντι καὶ δοκὸν ὑποθέντι τῶι θαλάμωι Θεοδήμωι ·Δ𐅂𐅂· τράπεζα εἰς ἱερο- |
| πόιον ·𐅂𐅂𐅂𐅂ΙΙΙ· τοῦ κώθωνος τοῦ χαλκοῦ τοῦ πυθμένος ἀποπεσόντος κολλήσαντι Ἀριστάρχωι ·𐅂· ἄνθρακες ·𐅂· κηρὸς ·𐅂· κληὶς εἰς Κύνθο[ν ․]· | |
| ξοΐδος Δεξίωι ·𐅂𐅂ΙΙΙ· χαρτία δύο ·𐅂𐅂𐅂𐅂· χορῶι τῶι γενομένωι τοῖς Ῥοδίων θεωροῖς δᾶιδες παρ’ Ἐργοτέλους ·𐅂𐅂𐅂· ῥυμὸς Ι𐅁· σανὶς πτελεΐνη εἰς | |
| τὴν ταινίαγ καὶ τὰ καταζεύγματα τῆς ὀροφῆς τοῦ νεὼ τοῦ Ἀπόλλωνος παρὰ Ἱερομβρότου ·Δ𐅃· ταῖς συγγραφαῖς καὶ τῶι λόγωι λευκώματα λευκώ- | |
| σαντι ·𐅂𐅂𐅂. —— καὶ τάδε ἄλλα ἀναλώσαμεγ κατὰ ψηφίσματα τοῦ δήμου· τοῦ ἑστιατορίου τοῦ ἐν τῆι Νήσωι τὸ τέγος στεγνώσαντι Ἕρμων[ι] | |
| 115 | Δ𐅂𐅂· τῆς σκηνῆς τὸ τέγος καταλείψαντι Ἕρμωνι ·Δ𐅂𐅂· τῶν οἰκημάτων τῶν ἐν τῆι ἀποβάσει τὰ τέγη στεγνώσαντι Διονυσίωι ·Δ𐅃𐅂· εἰς |
| {εἰς} τὰ Θεσμοφόρια προσαναλώσαμεν πρὸς ὧι παρὰ ταμίου ἐλάβομεν δραχμὰς ·𐅄ΔΔ𐅃· εἰς τὴν θυσίαν τῆι Εἰλειθύηι ·ΔΔ𐅃· πρὸς τὸ ἐκ φιά- | |
| λης εἰσελθὸγ κατὰ μῆνα ὥστε τὸ ἱερὸγ καθαίρεσθαι προσαναλώσαμεν δραχμὰς ·Δ𐅂𐅂𐅂𐅂Ι𐅁· Δώρωι ὑπηρέτηι ἱμάτιον ·ΔΔ𐅂𐅂𐅂𐅂· στήλη | |
| παρὰ Φιλωνίδου ·ΔΔ𐅃· παραγαγοῦσι τὴν στήλην ἐκ τοῦ Ἀσκληπιείου καὶ εἰς τὸ ἱερὸν ἀνακομίσασιν ·𐅂ΙΙΙ· γράψαντι τὴν στήλην Δεινομέν<ει> | |
| τῆς δραχμῆς γράμματα τριακόσια, τὰ πάντα γράμματα τρισμύρια, μισθὸς δραχμαὶ ·Η· μόλυβδος ·𐅃· ξύλα ·𐅂· τοῖς στήσασι τὴν στήλην ·𐅂𐅂ΙΙΙ· | |
| 120 | τῆς οἰκίας ἐν ἧι Ἀντίγονος ὁ Τιμοκράτους οἰκεῖ πτῶμα οἰκοδομήσαντι ·Δ· σανὶς πτελεΐνη εἰς τὴν ταινίαν τὴν ὑποκειμένην τῆι |
| ὀροφῆι τοῦ νεὼ τοῦ Ἀπόλλωνος παρὰ Δεινοκράτους ·Δ𐅃· ἅλες ·𐅂𐅂ΙΙΙ· ξύλον εἰς τύλους ·ΙΙΙΙ· πίττης ἡμιαμφόριον παρ’ Ἀμφιθάλους ·ΔΔ. | |
| {²vac.}² | |
| 122 | κεφάλαιον οὗ τε παρελάβομεν ἀργυρίου καὶ τοῦ ἐπὶ τῆς ἡμετέρας ἀρχῆς εἰσελθόντος δραχμαὶ ·𐅇ΧΧΧΧΗ𐅄Δ𐅂𐅂· ἀργυρίου παντοδα- |
| ποῦ εἰς ἀλεξανδρείου λόγον δραχμὰς ·Δ𐅂· καὶ χρυσοῦς ·ΔΙΙ· καὶ τεττίγια χρυσᾶ δύο καὶ φωκαΐδα. κεφάλαιον ἀναλώματος δραχμ[αὶ] | |
| ΜΧΧ𐅅ΗΗΔΔ. τὸ δὲ λοιπὸν παρεδώκαμεν ἱεροποιοῖς τοῖς ἐπ’ ἄρχοντος Μενεκράτους Δημόνωι τῶι Νίκωνος, Πίστηι τῶι Ξένωνος, πα- | |
| 125 | ρόντων βουλευτῶν καὶ γραμματέων, τοῦ τῆς πόλεως Ἀντιπάτρου τοῦ Δημητρίου καὶ τοῦ τῶν ἱεροποιῶν Κλεινοδί[κου τ]οῦ Κλεινο- |
| δίκου, ἀργυρίου νομίσματος δραχμὰς ·ΜΜΜΜΧΗΗΗΗΔΔΔΔ𐅂𐅂𐅁𐅀/· σὺν ταῖς ·ΜΜΧΧΧΧ𐅅ΗΔΔΔ· αἷς ὁ δῆμος ἐψηφίσατο [ἐν παραδ]όσει παρα- | |
| λαμβάνειν ἀεὶ τοὺς ἱεροποιοὺς τοὺς ἐν τέλει ὄντας vac. καὶ τεττίγια ·ΙΙ· καὶ φωκαΐδα· καὶ ἀργυρίου παντοδ[αποῦ ·Δ𐅂· καὶ χρυσ]οῦς ΔΙ[Ι]. | |
| face B.1 | [ἄρχοντ]ος Ὑψοκλέους μηνὸς Γαλαξιῶνος τάδε παρελάβομεν παρὰ ἱεροποιῶν τῶν ἱεροποιησάντων ἐπ’ ἄρχοντος Χάρμου, Ἀνασχέτου τοῦ |
| Θεοξένου, Ἡγία τοῦ Φωκαιέως, παρόντωμ βουλευτῶγ καὶ γραμματέων, τοῦ τῆς πόλεως Τιμησιδήμου τοῦ Ἀντικράτους καὶ τοῦ τῶν ἱεροποιῶν | |
| Λυσιμαχίδου τοῦ Λύσου. [——] ἐν τῶι Ἀρτεμισίωι· φιαλῶν ὁ πρῶτος ῥυμός, ὁλκὴν τρία ἡμιτάλαντα, ἀριθμὸς φιαλῶν ·ΗΙΙΙΙ· ὁ δεύτερος ῥυμός, τρία ἡμιτάλαν- | |
| τα, ἀριθμὸς φιαλῶν ·ΗΙΙΙ· ὁ τρίτος ῥυμός, ὁλκὴν τρία ἡμιτάλαντα, ἀριθμὸς φιαλῶν ·ΗΙΙΙΙ· ὁ τέταρτος ῥυμός, ὁλκὴν τρία ἡμιτάλαντα, ἀριθμὸς φιαλῶν | |
| 5 | ΗΙΙ· ὁ πέμπτος ῥυμός, ὁλκὴν τρία ἡμιτάλαντα, ἀριθμὸς φιαλῶν ·ΗΙΙΙΙ· ὁ ἕκτος ῥυμός, ὁλκὴν τρία ἡμιτάλαντα, ἀριθμὸς φιαλῶν ·ΗΔΔΙ· ὁ ἕβδομος ῥυ- |
| μός, ποτηρίων παντοδαπῶν, ὁλκὴν τάλαντον, ἀριθμὸς ποτηρίων ·ΗΔ· ὁ ὄγδοος ῥυμός, vac. c.12 ὁλκὴ τάλαντομ μναῖ δέκα, ἀριθμὸς | |
| 𐅄ΔΔΔ𐅃ΙΙΙΙ· ὁ ἔνατος ῥυμός, ποτηρίων παντοδαπῶν, σταθμὸν τάλαντον, ἀριθμὸς ·𐅄Δ𐅃ΙΙ· ὁ δέκατος ῥυμός, πυθμένωγ καὶ ὠτῶγ καὶ τῶν | |
| ἀπὸ τῆς γεράνου, ὁλκὴν μναῖ εἴκοσι δύο· ὁ ἑνδέκατος ῥυμός, φιαλῶγ καὶ ἄλλων ἀργυρωμάτων ἃ καθηιρέθη προσηλωμένα, ὁλκὴν | |
| τάλαντον μναῖ δύο, ἀριθμὸς πάντων ·𐅄ΔΔΔ𐅃ΙΙΙ· σὺν τοῖς ἀλαβάστροις τοῖς ·𐅃· καὶ τῆι οἰνοχόηι τῆι παλαιᾶι· ὁ δωδέκατος ῥυμός, αἱ προτομαὶ καὶ | |
| 10 | αἱ οἰνοχόαι καὶ τὰ λεοντόποδα, ὁλκὴ πάντων μναῖ τριάκοντα· τρεισκαιδέκατος ῥυμός, οἰνοχόαι δέκα δύο, ὁλκὴ πασῶν μναῖ ·ΔΔΙΙΙΙ. vac. |
| καὶ τάδε ἄστατα ἐν τῶι Ἀρτεμισίωι· θυμιατήριον ὑπόχαλκον λεπίδα ἀργυρᾶν ἔχον συντετριμμένον· ζώιδια ἀργυρᾶ δύο, Κλεινοῦς | |
| ἀνάθημα· ἀετὸς ἀργυροῦς τῶν ἀρχαίων διαπεπτωκώς· φιάλαι ἓξ ἐμ πλινθείοις, Ἰκαρίου ἀνάθημα· φιάλη, Βάκχωνος ἐπιδόντος Δηλιάσιν | |
| χορεῖα· φιάλη χρυσόκλυστος, ἀνάθημα Δηλιάδωγ χορεῖα· φιάλη, Δηλιάδων ἀνάθημα χορεῖα ἐπὶ ἀρχεθεώρου Ῥοδίων Θρασυμάχου· φιάλη, [Φι]λώ- | |
| [τ]α [Σι]κυωνίου ἀνάθημα· φιάλη, Φυλάκου ἀνάθημα· φιάλη, Λεοντίνων ἀνάθημα· φιάλη, Κώιων ἀνάθημα ἐπὶ ἀρχεθεώρου Σίμου· φιάλαι δύο ἐμ πλ[ιν]θεί- | |
| 15 | ο[ις, Ἀπολ]λοδώρου ἀνάθημα· φιάλαι δύο, Στρατονίκης βασιλίσσης ἀνάθημα· φιάλαι δύο, Κώιων ἀνάθημα ἐπὶ ἀρχεθεώρου Πολυκλείτου· φιάλη, Ῥοδί- |
| ων [ἀνάθ]ημα ἐπὶ ἀρχεθεώρου Ἀγησάνδρου· φιάλη, Θεοτίμης ἀνάθημα· φιάλη ἔκτυπον ἔχουσα Ἡλίου πρόσωπον, ἀνάθημα Δηλιάδων χορεῖα ἐπ’ ἀρχεθεώ- | |
| ρου Πολυχάρμου· κρατὴρ ἀργυροῦς, ὃν ἀνέθηκε Παρμίσκος, ὁλκὴν ·𐅆ΧΧΧΧ𐅅𐅄ΔΔ𐅂𐅂· ἀργύριον παντοδαπὸν καὶ ἀνδριαντίσκος καὶ ἠλακά- | |
| ται καὶ ἀμφιδαῖ καὶ δελφὶς καὶ προχοΐδιον καὶ ἄλλα παντοδαπά, ὁλκὴ πάντων δραχμαὶ ·ΗΗΗΗΔΔΔΔ𐅂𐅂𐅂𐅂· ἄλλο παντοδαπὸν ἀργύριον, ὁλκὴ | |
| ΧΗΗ𐅄ΔΔΔ𐅃𐅂𐅂𐅂𐅂· ψίλ̣ια ἀργυρᾶ δύο καὶ ἀμφιδῆ ἀποκεκλασμένη, ὁλκὴν ·𐅄ΔΔ𐅂𐅂𐅂𐅂· πεντόροβος χαλκοῦς ἐπίχρυσος· ὀρχομένιοι ὀβολοὶ ·ΗΗΗΗ[Δ]· | |
| 20 | ἀργυρίου ἀττικοῦ καὶ ἀλεξανδρείου δοκίμου καὶ χαλκοῦ ἐπιχωρίου 〚— —〛 δραχμὰς ·𐅄ΔΔ𐅃𐅂ΙΙΙ· αἰγιναῖοι καὶ κρητικοὶ στατῆρες ἕνδεκα καὶ κο- |
| ρίνθιοι στατῆρες δύο καὶ μαυσσώλεια τετράδραχμα ἐννέα· νάξια τετράδραχμα δύο καὶ φωκαΐδα καὶ ὀβολὸν φωκαϊκόν· νομίσματος πα[ν]- | |
| τοδαποῦ ὁλκὴν ·ΔΔ𐅃𐅂𐅂. vac. c.15 καὶ τάδε χρυσᾶ ἐν τῶι Ἀρτεμισίωι· ὅρμος ὁ πρὸς τῶι θρόνωι ἠρτημένος, οὗ οἱ γρῦπες οἱ πέντε καὶ ὁ | |
| λέων ὁ τὸν ταῦρογ κατέχων, ὁλκὴ δραχμαὶ ·ΗΗΔ𐅂𐅂𐅂· ὅρμος λογχωτός, ὃν ἀνέθηκε Σιμίχη Μυκονία, ἄστατος· ἀριθμὸς λογχίων ·𐅄ΔΔΔΙΙ· {ὅρμος λογ} | |
| ὅρμος λογχωτός, ὃν ἀνέθηκε Δημοστράτη, ἄστατος· ἀριθμὸς λογχίων ·𐅄ΔΔΙΙΙΙ· τραγίσκοι χρυσοῖ <ΙΙ> ἄστατοι· δακτύλιος περίχρυσος, ὃν ἀνέθηκε | |
| 25 | Στράτων Αἰτωλός, ἄστατος· ἀσπιδίσκη χρυσῆ, Αἰσχυλίος ἀνάθημα, ὁλκὴ δραχμαὶ ·𐅂𐅂𐅂𐅂· φιάλη ῥαβδωτὴ χρυσῆ τετρυπημένη, ὁλκὴν ·𐅄ΔΔ̣[𐅃𐅂]· |
| ψίλιον στρεπτόν, ὁλκὴν δραχμαὶ ·𐅃𐅂𐅂𐅂𐅂ΙΙΙΙΙ· ἐπιχύτης χρυσοῦς, ὁλκὴν δραχμαὶ ·ΗΔ𐅂𐅂· ἐνώτια χρυσᾶ δύο, ὁλκὴν δραχμαὶ ·𐅃ΙΙΙΙΙ· θηρίκλειο[ς] | |
| κύλιξ, ἀνάθημα Πτολεμαίου, ὁλκὴ ·ΗΗΔΔΔ𐅃𐅂· φιάλιον Δημοσῶντος Μυκονίου ἀνάθημα, ὁλκὴν δραχμαὶ ·ΔΔ𐅃𐅂𐅂𐅂· φιάλαι χρυσαῖ λεῖαι | |
| ἑπτά, ὁλκὴ τῆς πρώτης δραχμαὶ ·ΗΔΔΔΔ𐅃𐅂· τῆς δευτέρας ὁλκὴ δραχμαὶ ·ΗΔΔΔΔ𐅂𐅂· τῆς τρίτης ὁλκὴ δραχμαὶ ·ΗΔΔΔΔ𐅂𐅂· τῆς τετάρτης ὁλκ[ὴ] <δραχμαὶ> | |
| ΗΔΔΔΔ· τῆς πέμπτης ὁλκὴ δραχμαὶ ·ΗΔΔΔ𐅃𐅂𐅂𐅂𐅂· τῆς ἕκτης ὁλκὴ δραχμαὶ ·ΗΔΔΔΔ𐅂𐅂𐅂𐅂· τῆς ἑβδόμης ὁλκὴ δραχμαὶ ·ΗΔΔΔ𐅃𐅂𐅂𐅂· φιάλαι | |
| 30 | καρυωταὶ ἕξ, ὁλκὴν ἡ πρώτη δραχμὰς ·ΗΗ𐅂𐅂· ἡ δευτέρα ὁλκὴν ·ΗΗ𐅂𐅂𐅂𐅂· ἡ τρίτη ὁλκὴν ·Η𐅄ΔΔΔΔ𐅃· ἡ τετάρτη ὁλκὴν ·Η𐅄ΔΔΔΔ𐅂𐅂𐅂· ἡ πέμ- |
| πτη ὁλκὴν ·ΗΗ𐅂· ἡ ἕκτη ὁλκὴν ·Η𐅄ΔΔΔΔ𐅃𐅂· φιάλη χρυσῆ καρυωτή, Ναξίων ἀνάθημα, ὁλκὴν ·ΗΗ𐅂· φιάλιον χρυσοῦν λεῖον τετρυπημένον, ὁλ- | |
| κὴ ·ΔΔ𐅃𐅂𐅂𐅂· ἀνεπίγραφον· φιάλιον χρυσοῦν ῥαβδωτὸν τετρυπημένον, ὁλκὴν ·𐅄Δ𐅃· λευκοῦ χρυσίου φιάλιον ῥαβδωτόν, ὁλκὴν δραχμαὶ ·𐅄· | |
| οἰνοχόαι δύο χρυσαῖ, ὁλκὴ τῆς πρώτης δραχμαὶ ·𐅅Η𐅄ΔΔΔΔ𐅃𐅂𐅂ΙΙ· τῆς δευτέρας ὁλκὴ δραχμαὶ ·𐅅Η𐅄ΔΔΔ𐅃· πέταλα χρυσᾶ πεντήκοντα καὶ {ο} | |
| ὀκτὼ καὶ ἀσπιδίσκης κλασμάτιον καὶ στλεγγίς, ὁλκὴν πάντων δραχμαὶ ·ΗΗΗΔ𐅃𐅂𐅂𐅂𐅂· κανοῦγ χρυσοῦν λεῖον ὦτα καὶ πυθμένα ἀργυρᾶ ἔχον, ἐπ[ι]- | |
| 35 | γέγραπται ὁλκὴ τοῦ χρυσίου δραχμαὶ ·ΧΗ𐅄ΔΔΔΔ𐅂𐅂𐅂· τοῦ ἀργυρίου ὁλκὴν ·𐅅ΗΗΗΔΔΔ𐅃𐅂· κλιμάκιον ξύλινομ περίχρυσον ὄφεσιν ἀργυροῖς δ[ιεζ]ω- |
| μένον, ἄστατον· θυμιατήριον φιαλωτὸν μέγα περίχρυσον, ὧι ἐπιγέγραπται ὁλκὴ τοῦ χρυσίου δραχμαὶ ·𐅅ΗΗΗΔΔΙΙ· τοῦτο οὐκ ἐστάθη· ἄλλο θυμιατή- | |
| ριον ἔλαττον φιαλωτὸν ἐπίχρυσον ἀνεπίγραφον· τοῦτο οὐκ ἐστάθη· κανοῦν ὀρθηλὸν ἐπίχρυσον, ἐπιγραφὴν ἔχον σταθμὸν δραχμᾶς | |
| ΧΗΗΔΔΔ𐅂𐅂ΙΙ𐅁· χρυσίον [λ]ευκόν, καὶ ἐν τούτωι στατῆρες κυζικηνοὶ δύο καὶ φωκαΐς, ὁλκὴ τούτων πάντων δραχμαὶ ·ΗΗΗΔΔ𐅃𐅂𐅂𐅂· ὅρμος ἀμφορέ- | |
| ων, ὁλκὴν σὺν [τ]οῖς λίνοις δραχμαὶ ·Δ𐅃𐅂𐅂𐅂· ἀριθμὸς ἀμφορέων ·𐅄𐅃ΙΙΙ· στλεγγὶς καὶ στεφάνωγ κλάσματα χρυσᾶ, ὁλκὴν ·ΔΔ𐅂𐅂𐅂𐅂ΙΙΙ· πεντόροβο[ς] | |
| 40 | χρυσοῦς, ὁλκὴν ·𐅂· στεφάνωγ κλάσματα χρυσᾶ καὶ ἀσπιδίσκαι καὶ στλεγγίδωγ κλάσματα καὶ ἄλλα παντοδαπὰ χρυσία, ὁλκὴ πάντων δρα- |
| χμαι ·ΗΗΗΔΔΔΔ𐅂𐅂𐅂𐅂· μῆλα χρυσᾶ, ἔνια πλήρη γῆς, ἀριθμὸν ·ΔΔΔΙΙΙΙ· καὶ ἀνθεμίου ὑπαργύρου κλάσμα, ὁλκὴ τούτων ·ΔΔΔΔΙΙΙ. περόναι χρυσαῖ καὶ | |
| τούτωγ κλάσματα, ἀριθμὸν ·ΔΔΙΙΙ· ἄστατοι· ὅρμος ὁ Ἐριφύλης χρυσοῦς, ὁλκὴν δραχμαὶ ·Η𐅄𐅃𐅂· ἀσπιδίσκη καὶ φυκία δύο καὶ περιδειρίδια χρυσᾶ, ὁλκὴν | |
| πάντων σὺν τοῖς λίνοις δραχμαὶ ·Δ𐅂𐅂𐅂𐅂ΙΙΙ· δακτύλιοι χρυσοῖ ἕξ, ὁλκὴν δραχμαὶ ·𐅃𐅂𐅂𐅂· σφραγίδια διάλιθα δύο ἄστατα· δαρεικοὶ χρυσοῖ ὀκτώ· χρυσ̣<ίου> | |
| ὁλκὴ ·𐅃ΙΙΙ· ῥοαὶ χρυσαῖ πέντε ἄστατοι καὶ μῆλον καὶ πέταλα χρυσᾶ ἄστατα· ἄμπελος χρυσῆ ἄστατος· σφραγὶς μαράγδου δεδεμένη σειρᾶι χρυ- | |
| 45 | σῆι, Ἀπολλοδώρου ἀνάθημα, ἄστατος· ὅρμος ἀμφορέων ἐφ’ οὗ ὁ Τριπτόλεμος καὶ ἄνθεμα καὶ ἀσπιδίσκη καὶ ἐνώτια καὶ στλεγγὶς χρυσᾶ, ὁλκὴ |
| δραχμαὶ ·ΔΔΔΔ𐅂𐅂𐅂· στέφανος χρυσοῦς δάφνης ὁ παρ’ Ἀμεινώνδα ἀπελθών, ὁλκὴν δραχμαὶ ·𐅄ΔΔ· δακτύλιος χρυσοῦ[ς] Ἀρτεμίσιον ἔχων | |
| ἐπίσημον, ὁλκὴν δραχμαὶ ·𐅃ΙΙΙ· δακτύλιος χρυσοῦς λεῖος, ὁλκὴν ·𐅂𐅂𐅂𐅂ΙΙΙ· δακτύλιος χρυσοῦς, ὁλκὴν ·𐅂𐅂· ἐπίσημον ἔχων Ἔρωτα· δακτύλιος σιδη- | |
| ροῦς χρυσίωι ἐνδεδεμένος ἄστατος· σφραγὶς χρυσίωι [ἐνδ]εδεμένη ἄστατος σημεῖον ἔχουσα τραγέλαφον· κυλινδρίσκος χρυσένδετος ἄστα- | |
| τος· σφραγὶς χρυσένδετος ἄστατο<ς>· λυγγούριον κίρκον ἔχο[ν χ]ρυσοῦν ἄστατον· σφραγίδιον χρυσένδετον ἄστατον· σφραγίδιον κίρκον ἔχον χρυσοῦν | |
| 50 | ἄστατον· σφραγίδιον ἀργυρίωι ἐνδεδεμένον· σφραγίδιον ὑάλινον χρυσένδετον· ἀνθέμια καὶ ὀφίδιογ καὶ κίρκος καὶ ἄλλα παντοδαπά, ὁλκὴν ·ΔΙ· |
| δακτύλιος χρυ<σ>οῦς ἐν ταινιδίωι ἐνδεδεμένος ξυλίνωι, Καλλικρίτης ἀνάθημα· στεφανίσκοι χρυσοῖ δύο, ὁλκὴ δραχμαὶ ·𐅃𐅂𐅂𐅂· στέφανος | |
| χρυσοῦς μυρρίνης, ἀνάθημα βασιλέως Πτολεμαίου, ὁλκὴν δραχμαὶ ·Η𐅄ΔΔΔΔ𐅂𐅂𐅂· στέφανος χρυσοῦς μυρρίνης, Βερενίκης ὑπὲρ Πτολεμαίου | |
| ἀνάθημα, ὁλκὴν δραχμαὶ ·𐅄ΔΔ𐅂· στέφανος δάφνης χρυσοῦς, ὃν ἀνέθηκε Πευκέστης, ὁλκὴν δραχμαὶ ·𐅄Δ𐅃· στέφανος μυρρίνης χρυσοῦς, | |
| Δηλιάδων ἀνάθημα, χορεῖα Νικοκρέοντος ἐπιδόντος, ὁλκὴν δραχμαὶ ·ΔΔΔΔ𐅂𐅂𐅂𐅂· στέφανος δάφνης χρυσοῦς, Καλλικράτους ἀνάθημ[α], | |
| 55 | ὁλκὴν δραχμαὶ ·ΔΔ· στέφανος δάφνης χρυσοῦς, ὁλκὴν δραχμαὶ ·ΔΔ𐅂𐅂· Ἰωμίλκου ἀνάθημα· στέφανος δάφνης χρυσοῦς, ἀνάθημα Δηλιάδων, χο- |
| ρεῖα Φιλοκλέους ἐπιδόντος, ὁλκὴν δραχμαὶ ·ΔΔΔΔ𐅂· στέφανος κιττοῦ χρυσοῦς, ἀνάθημα βασιλέως Πτολεμαίου, ὁλκὴν δραχμαὶ ·ΗΔΔΔΔ· στέ- | |
| φανος χρυσοῦς δάφνης, Δημητρίου βασιλέως 〚— —〛 ἀνάθημα, ὁλκὴν δραχμαὶ ·𐅄Δ𐅃𐅂𐅂· στέφανος χρυσοῦς, Δηλιάδων ἀνάθημα, χορεῖα | |
| Μήτρωνος ἐπιδόντος, ὁλκὴν δραχμαὶ ·𐅄ΔΔ𐅂𐅂· στέφανος χρυσοῦς δάφνης, Δηλιάδων ἀνάθημα, χορεῖα Κλείτου ἐπιδόντος, ὁλκὴν δραχμαὶ | |
| 𐅄ΔΔΔΔ· στέφανος μυρρίνης χρυσοῦς, Λυσάνδρου Λακεδαιμονίου ἀνάθημα, ὁλκὴν δραχμαὶ ·𐅄𐅃𐅂𐅂𐅂· σὺν τῶι ῥόδωι· στέφανος χρυσοῦς δάφνης {π}, | |
| 60 | Κρατεροῦ ἀνάθημα, ὁλκὴν δραχμαὶ ·𐅄𐅃𐅂𐅂𐅂· στέφανος χρυσοῦς, Φιλοκλέους ἀνάθημα, ὁλκὴ δραχμαὶ ·𐅄ΔΔΔΔ· ἀνδριαντίσκος χρυσοῦς |
| σχέλος οὐδὲ χεῖρα ἔχων, ὁλκὴ δραχμαὶ ·𐅃𐅂ΙΙΙ· χρυσίου ἀσήμου ὁλκὴν ·𐅂𐅂𐅂· δακτύλιοι καὶ ἐνώτια ἀργυρᾶ ἀνειρμένα· ἡ καλουμένη γέρανος καὶ ὁ ὅρ- | |
| μος ὁ ὑποτείνων ὑπὸ τὴγ γέρανον, ἄστατα· ὁ κόσμος ὁ τοῦ ἀγάλματος τοῦ τὴν ἐρειᾶν ἐσθῆτα ἔχοντος, ὁλκὴν δραχμαὶ ·𐅄ΔΔΔ𐅃𐅂𐅂· περόνη ἀργυρᾶ ἐπί- | |
| χρυσος, ὁλκὴν δραχμαὶ ·Δ𐅃· δακτύλιος χρυσοῦς, Πολυαράτου ἀνάθημα, ὁλκὴν δραχμαὶ ·𐅂𐅂𐅂· φιάλη ἀργυρᾶ ἐμ πλινθείωι, Χοροιθίδος ἀνάθημα, ἄστατον· | |
| φιάλη, Θυεσταδῶγ καὶ Ὠκυνειδῶν ἀνάθημα, ὁλκὴν δραχμαὶ ·Η· ἀντὶ τῆς θηρικλείου τῆς ἀποβληθείσης ἧς ἀνέθηκε Πύθειος, φιάλη ὁλκὴν | |
| 65 | δραχμαὶ ·𐅄ΔΔΔΔ𐅃𐅂. {²vac.}² |
| ἐν τῶι προδόμωι τοῦ νεὼ τοῦ Ἀπόλλωνος· ἄστατα· φιάλη ἀργυρᾶ ἐμ πλινθείωι. τῆς πόλεως τῆς Κώιων ἀνάθημα ἐπὶ ἀρχεθεώρου Ἀρά- | |
| του· φιάλη ἔκτυπον ἔχουσα ἅρμα καὶ Νίκην καὶ ζώιδια δύο, Ἡρακλείδου ἀνάθημα· φιάλη λεία ὀμφαλὸν ἐπίχρυσον ἔχουσα, Ῥοδίων ἀνάθημα | |
| ἐπὶ ἀρχεθεώρου Πολυαράτου· φιάλη ἐπίχρυσος ῥαβδωτή, Τιμάνθους Ῥοδίου ἀνάθημα· φιάλη λεία ὀμφαλὸν ἐπίχρυσον ἔχουσα, Ῥοδίων | |
| [ἀν]άθημα ἐπὶ ἀρχεθεώρου Φρασίλα· φιάλη ἔκτυπος διάχρυσος, Διοκλέους Κώιου ἀνάθημα· φιάλιον Πυρρίου ἀνάθημα· φιάλη λεία ὀμφαλὸ[ν] | |
| 70 | [ἐπίχ]ρυσον ἔχουσα, ἀρχεθεώρου Ἱππαγόρα καὶ θεωρῶν ἀνάθημα· φιάλη, Ῥοδίων θεωρῶν ἀνάθημα ἐπὶ ἀρχεθεώρου Ἀκεστία· φιάλη λογχωτὴ |
| [τῆς Κα]λυμνίων πόλεως ἀνάθημα ἐπὶ Πολυμήδους ἄρχοντος· φιάλη ἐμ πλινθείωι, Ἀρχία Καλυμνίου ἀνάθημα· φιάλαι τρεῖς, Στησίλεω ἀνάθημα· | |
| [φιάλη] λεία, Νικίππου ἀνάθημα· φιάλη καρυωτὴ ἔκτυπος, Ἀρταπάτου ἀνάθημα· φιάλη λεία, Δηλιάδων ἀνάθημα, χορεῖα Ῥοδίων θεωρῶν ἐπιδόντων | |
| [ἐπὶ ἀρχ]εθεώρου Ἀγησιδάμου· φιάλαι καρυωταὶ δύο ἔκτυπα ζῶια ἔχουσαι, τῶγ Χαρμίδου θυγατέρων ἀνάθημα· φιάλη λεία ὀμφαλὸν ἐπίχρυσον ἔχουσα, | |
| [Ῥοδίω]ν θεωρῶν ἀνάθημα ἐπὶ ἀρχεθεώρου Φίλωνος· φιάλη καρυωτὴ ἔκτυπον ἔχουσα ζώιδιον, τῆς πόλεως τῆς Κώιων ἀνάθημα, τῶι Ἀπόλλωνι ἀ- | |
| 75 | [παρχ]ήν· φιάλη λεία, Ἀμμωνίου ἀνάθημα· φιάλη λογχωτὴ κεχρυσωμένη, Ἀριστοφίλου Ῥοδίου ἀνάθημα· φιάλη ἐν ἐλάφου προτομῆι, Ἐτεάρχου ἀνάθημ[α]· |
| [φιάλη] ἐπάργυρος ἔκτυπα ζῶια ἔχουσα προσηλωμένα, Ἀρχεστράτου ἀνάθημα· κύρβη ἀργυρᾶ ἐν σανιδίωι προσηλωμένη, Κοσκάλου ἀνάθημα· ῥόδο[ν] | |
| [ἀργυ]ροῦν, Δεξικράτους ἀνάθημα· τύπος ἀργυροῦς, Ὀνητορίδου ἀνάθημα· περικεφαλαία σιδηρᾶ περιηργυρωμένη, Λεωνίδου ἀνάθημα· κρατῆρε[ς] | |
| [ἀργ]υροῖ μεγάλοι δύο ῥαβδωτοί, βασιλίσσης Στρατονίκης ἀνάθημα, ἄστατοι· τριήρης ἀργυρᾶ, βασιλέως Σελεύκου ἀνάθημα, ὁλκὴν δραχμαὶ ·Χ𐅅ΔΔ | |
| [Δ]Δ{Δ}𐅂𐅂𐅂𐅂· θυμιατήριον ἐν [ναΐ]σκωι ἀργυροῦν, Στιλπύριος ἀνάθημα, ὁλκὴν δραχμαὶ ·𐅃𐅂𐅂𐅂· κύλικες τηιουργεῖς ἀργυρένδετοι δύο, Κτήσωνος ἀνά- | |
| 80 | [θ]ημα, ἄστατοι· πτολεμαϊκὰ τετράδραχμα δύο καὶ ἀρβυλικοὺς ὀβολοὺς δύο· ἀργυρίου παντοδαποῦ ἐπισήμου, ὁλκὴν δραχμαὶ ·𐅄· δακτύλιοι σιδηρ[οῖ] |
| [ὑ]πάργυροι ·ΗΗ𐅃ΙΙ· δακτύλιοι ὑπόχρυσοι σιδηροῖ ·𐅃ΙΙΙΙ· δακτύλιος χρυσοῦς ἀπείρων Ὀνασικράτους ἀνάθημα, ὁλκὴν ·𐅂ΙΙΙ· δακτύλιος χρυσοῦς | |
| [σ]υντεθλασμένος, ὁλκὴν ·𐅂𐅂𐅂ΙΙΙΙΙ· δακτύλιος χρυσοῦς ἀνθράκιον ἔχων, Σαπφοῦς ἀνάθημα, ὁλκὴν ·𐅂𐅂𐅂· χρυσίου ἀσήμου παντοδαποῦ ὁλκὴν | |
| δραχμαὶ ·Η𐅃· σὺν τῶι κλάσματι τῶι τοῦ θυμιατηρίου· χρυσοῦς, Νικολάου ἀνάθημα· στέφανος χρυσοῦς, ὃν ἀνέθηκε Πευκέστης, ὁλκὴν σὺν τῶ[ι] | |
| λίνωι δραχμαὶ ·𐅄Δ𐅃𐅂𐅂𐅂𐅂· στέφανος χρυσοῦς κιττοῦ, βασιλέως Πτολεμαίου ἀνάθημα, ὁλκὴν δραχμαὶ ·ΗΔΔΔΔΙΙΙ· σὺν τῶι λίνωι· στέφαν[ος] | |
| 85 | {στέφανος} δάφνης χρυσοῦς, βασιλέως Δημητρίου ἀνάθημα, ὁλκὴν δραχμαὶ ·𐅄ΔΔΔ𐅃𐅂𐅂𐅂· στέφανος δάφνης χρυσοῦς, Ἀντιπάτρου ἀνάθημα. ὁλ[κὴν] |
| [δρ]αχμαὶ ·ΔΔΔΔ𐅃𐅂𐅂· στέφανος χρυσοῦς, βασιλέως Σιδωνίων Φιλοκλέους ἀνάθημα, ὁλκὴν δραχμαὶ ·𐅄ΔΔΔΔ𐅃𐅂𐅂· στέφανος δάφνης χρυσοῦς, | |
| Πολυκλείτου ἀνάθημα, ὁλκὴν δραχμαὶ ·𐅄ΔΔΔΔΙΙΙ· στέφανος χρυσοῦς, Φάρακος Λακεδαιμονίου ἀνάθημα, ὁλκὴν δραχμαὶ ·𐅄· σὺν τῶι ξύλωι [καὶ] | |
| τῶι λίνωι· στέφανος χρυσοῦς κιττοῦ, τοῦ δήμου τοῦ Δηλίων ἀνάθημα, ὁλκὴν δραχμαὶ ·𐅄ΔΔΔΔ𐅃𐅂𐅂𐅂· στέφανος μυρρίνης χρυσοῦς, Πνυταγόρου | |
| ἀνάθημα, ὁλκὴν δραχμαὶ ·ΔΔΔ𐅂𐅂· στέφανος δάφνης χρυσοῦς, Ξενοφάντου ἀνάθημα, ὁλκὴν δραχμαὶ ·𐅄Δ𐅂𐅂𐅂𐅂· στέφανος δάφνης χρυσοῦς, Καλλικρ[ά]- | |
| 90 | [τ]ους ἀνάθημα, ὁλκὴν δραχμαὶ ·ΔΔΔΔ𐅃𐅂𐅂𐅂𐅂· στέφανος χρυσοῦς μυρρίνης, Νικοκρέοντος ἀνάθημα, ὁλκὴν δραχμαὶ ·𐅄Δ𐅃𐅂𐅂· στέφανοι χρυσοῖ δύο ἐπὶ <τοῦ> |
| αὐτοῦ ξύλου ἀνεπίγραφοι, ὁλκὴν δραχμαὶ ·ΔΔΔΔ𐅃𐅂𐅂𐅂· στέφανος χρυσοῦς, Ἰωμίλκου ἀνάθημα, ὁλκὴν δραχμαὶ ·ΔΔ𐅂𐅂𐅂𐅂· στέφανος ἀμπέλου χρυ- | |
| σοῦς, Λυσάνδρου Λακεδαιμονίου ἀνάθημα, ὁλκὴν δραχμαὶ ·𐅄Δ𐅃𐅂𐅂𐅂𐅂· στέφανος δάφνης χρυσοῦς, Λυσάνδρου ἀνάθημα, ὁλκὴν δραχμαὶ ·ΔΔ𐅃𐅂[𐅂]· | |
| στέφανος χρυσοῦς, [Κ]άρπου καὶ Ἀδράστου ἀνάθημα, ὁλ[κ]ὴν δραχμαὶ ·ΔΔΔ𐅂𐅂𐅂· στέφανος χρυσοῦς μυρρίνης, Ἀνδροκλέους ἀνάθημα, ὁλκὴν | |
| δραχμαὶ ·ΔΔΔ𐅂· σὺν τῶι λίνωι· στέφανος μυρρίνης, Τιμασιπόλιος ἀνάθημα, ὁλκὴν δραχμαὶ ·Δ𐅃𐅂𐅂𐅂· στέφανος χρυσοῦς ἐπὶ τοῦ ὑπερθύρου | |
| 95 | προσηλωμένος, ἄστατος, Τιμοκράτους ἀνάθημα· στέφανος χρυσοῦς δάφνης, ὧι τὸ ἄγαλμα ἐστεφάνωται, ὁλκὴν δραχμαὶ ·ΗΔΔΔΔ𐅃𐅂· στρεπτὸν |
| χρυσοῦν vac. πρὸς τῶι τοίχωι, Δάτιδος ἀνάθημα, ὁλκὴ δραχμαὶ ·ΔΔΔ𐅃𐅂· στέφανοι δάφνης χρυσοῖ δύο πρὸς τῶι τοίχωι, ὁλκὴν τοῦ πρώτου δραχ- | |
| μαὶ ·𐅄Δ𐅂𐅂𐅂ΙΙΙ· τοῦ ἑτέρου στεφάνου ὁλκὴν δραχμαὶ ·ΔΔΔΔ𐅃𐅂𐅂𐅂· χρυσίου παντοδαποῦ ὁλκὴν δραχμαὶ ·𐅃𐅂𐅂· [σ]ὺν τῆι σφραγῖδι τῆι ἀργυρᾶι· 〚— —〛 | |
| κηρύκειον ἀργυροῦν, ὁλκὴν δραχμαὶ 〚— —〛· κηρύκειον ἀργυροῦν· φοίνικα, ὁλκὴν δραχμαί· vac. στλεγγὶς χρυσῆ, Γλαύκου ἀνάθημα, ἄστατος· | |
| μάχαιρα ἱππική, Θυμώιδου ἀνάθημα· κολεὸν μαχαίρας ἱππικῆς, Τιμέου ἀνάθημα· θυμιατήριον χαλκοῦν· κανοῦμ μέγα χαλκοῦν· | |
| 100 | τόξα κρητικὰ δύο καὶ φαρέτραι ζωιωταί· ὀβελίσκους ·𐅃ΙΙΙ· χαλκοῦ ἐπισήμου παντοδαποῦ ἐν ὑδρίαι καὶ στάμνωι χαλκ[οῖ]ς, ὁλκὴν σὺν τοῖς ἀγγεί- |
| ο[ις] μναῖ ·ΙΙ· φυκίον χρυσοῦν πρὸς τῶι στυλί[σ]κωι, ὁλκὴ σὺν τῶι ἱμάντι ·𐅂· δακτύλιος Φωκαΐδος λόγχην ἔχων σημεῖον· σφραγῖδα ἐπίχρυσον· | |
| [κ]υλίκιον ἀργυροῦν, ὁλκὴν ·ΙΙΙ· ἐσχαρὶς ἀργυρᾶ, Βουλομάγας ἀνάθημα, ὁλκὴν σὺν τῶι ἐμπύρωι δραχμαὶ ·𐅅Η. vac. | |
| [ἐν] τῶι νεῶι οὗ τὰ ἑπτά· ἐν τῶι προδόμωι· φιάλη λεία ἐμ πλινθείωι, Καλλικλέους ἀνάθημα· φιάλαι τρεῖς ἐμ πλινθείωι ἔκτυποι, Ταυρομενι- | |
| [τῶν ἀν]άθημα· φιάλη λεία ἐμ πλινθείωι, Εὐθυδίκου ἀνάθημα· στέφανος χρυσοῦς προσηλωμένος, Αὐτοκλέους ἀνάθημα, ἔχων φύλλα ·ΔΔΙΙ, | |
| 105 | [κόκκου]ς ·𐅃ΙΙΙ· στέφανος δάφνης χρυσοῦς, Νικίου ἀνάθημα, ἀριθμὸς φύλλων ·ΔΔΔΔΙΙ· κόκκοι ·ΔΙΙΙΙ. ἐν τῶι νεῶι· στέφανος χρυσοῦς συντεθλα- |
| [σμένος] ἐγ κιβωτίωι, ὁλκὴν ·𐅄ΔΔΔΔ𐅃𐅂𐅂· ἄλλος στέφανος χρυσοῦς συντεθλασμένος ἐν τῶι αὐτῶι κιβωτίωι, ὁλκὴν δραχμαὶ ·𐅄ΔΔ𐅂· φιάλ[αι] | |
| [ΔΔΔ, ὁ]λκὴν πᾶσαι ·ΧΧ𐅅Δ𐅃𐅂𐅂𐅂𐅂· κυμβία τέτταρα, ὁλκὴν ·Η𐅄𐅃𐅂𐅂𐅂· τῶγ κρεμαμένων στεφάνω[ν] ὁ πρῶτος, ὁλκὴν δραχμὰς ·Η𐅁𐅀· ὁ δεύτερος, ὁλ- | |
| [κὴν] ·𐅄̣ΔΔΔ𐅂𐅂𐅂ΙΙΙ· ὁ τρίτος, ὁλκὴν ·𐅄Δ𐅃𐅂𐅂𐅂ΙΙΙΙΙ· ὁ τέταρτος, ὁλκὴν ·𐅄Δ𐅃𐅂𐅂ΙΙΙΙ· ὁ πέμπτος ἐπιγραφὴν εἶχεν ·ΗΔ𐅂𐅂𐅂ΙΙΙ· σταθεὶς δὲ εἵλκυσεν | |
| [Η]ΔΔ𐅂𐅂· ὁ ἕκτος ἐπιγραφὴν μὲν εἶχεν ·𐅄Δ𐅂𐅂𐅂· σταθεὶς δ’ εἵλκυσεν ·𐅄Δ𐅃· ὁ ἕβδομος, ὁλκὴν ·𐅄Δ𐅃𐅂𐅂𐅂𐅂ΙΙΙ· ὁ ὄγδοος, ὁλκὴν ·𐅄ΔΔ𐅂𐅂· ὁ ἔνατος, ὁλκὴν | |
| 110 | [𐅄]Δ𐅃𐅂𐅂𐅂· ὁ δέκατος ἐπιγραφὴν μὲν εἶχεν ·𐅄ΔΔΔΔ𐅂𐅂ΙΙΙ· σταθεὶς δ’ εἵ<λ>κυσεν δραχμὰς ·𐅄ΔΔΔΔ𐅃𐅂· ὁ ἑνδέκατος ἐπιγραφὴν μὲν εἶχεν ·𐅄Δ𐅃𐅂ΙΙΙΙ· σταθε<ὶς> |
| δ’ εἵλκυσεν ·𐅄Δ𐅃𐅂𐅂𐅂· ὁ δωδέκατος, ὁλκὴν ·𐅄ΔΔΔΙΙ𐅁· ὁ τρίτος καὶ δέκατος εἶχε μὲν ἐπιγραφὴν ·𐅄ΔΔΔ𐅂𐅂ΙΙΙΙΙ· σταθεὶς δ’ εἵλκυσεν ·𐅄ΔΔΔ𐅂𐅂𐅂ΙΙΙ· ὁ τέταρτος | |
| {τος} καὶ δέκατος, ὁλκὴν ·ΗΔΔ𐅃𐅂𐅂𐅂ΙΙΙΙΙ· ὁ πέμπτος καὶ δέκατος εἶχε μὲν ἐπιγραφὴν ·𐅄ΔΔΔ𐅂𐅂ΙΙΙ· εἵλκυσεν δὲ σταθεὶς ·𐅄ΔΔΔ𐅂𐅂𐅂𐅂ΙΙΙ· ὁ ἑκκαιδέκατος, ὁλ- | |
| [κ]ὴν ·ΗΔΔ𐅂𐅂𐅂𐅂· ὁ ἑπτακαιδέκατος, ὁλκὴν ·Η𐅂ΙΙ· ὁ ὀκτωκαιδέκατος, ὁλκὴν ·𐅄ΔΔΔΔ𐅃𐅂𐅂𐅂· ὁ ἔνατος καὶ δέκατος εἶχε μὲν ἐπιγραφὴν ·𐅄ΔΔΔ𐅂𐅂ΙΙ· σταθεὶς | |
| [δ’] εἷλκεν ·𐅄ΔΔΔ𐅂𐅂ΙΙΙ· ὁ εἰκοστὸς ἐπεγέγραπτο μὲν ὁλκὴν ·Η· σταθεὶς δ’ εἵλκυσεν ·Η𐅂ΙΙΙ· ὁ εἷς καὶ εἰκοστός, ὁλκὴν ·Η𐅂ΙΙΙ. [——] ἐν τῶι Εἰλειθυιαίωι· βατιά- | |
| 115 | κη ἐμ πλινθείωι, ἣν ἀνέθηκε Κλεαρχίς· φιάλη ἔκτυπα ἔχουσα Περσῶν πρόσωπα, Κτησυλίος ἀνάθημα, ὁλκὴν ·𐅄ΔΔ𐅂𐅂· ἀμφιδαῖ καὶ τύποι καὶ |
| [ὄ]φεις καὶ δακτύλιοι καὶ κριθαὶ ἀργυρᾶ, ὁλκὴν ·𐅄ΔΔΔΔ𐅂· πυρήνια χρυσᾶ καὶ ἐνδεσμίδες καὶ τύποι καὶ κάρδια καὶ ἄλλα χρυσία, ὁλκὴν πάντων ·Δ𐅃ΙΙ· | |
| ἄλλα ζωιδάρια τέτταρα, ἓν αὐτῶν ξύλινον ἐπίχρυσον, καὶ δακτύλιοι δύο, ὁ εἷς λιθάριον ἔχων, καὶ ἐνώτι<α>, ὁλκὴν ·𐅃𐅂𐅂𐅂· μῆλα ἐννέα ἐπάργυρα ἐπί<χρυ>- | |
| σα, ὁλκὴν ·𐅃𐅂𐅂Ι· ἐρωτίωγ καὶ βουβαλίων ζεῦγος πρὸς ξύλωι, Θεσσαλίας ἀνάθημα. καὶ τάδε ἀνετέθη ἐπὶ τῆς ἡμετέρας ἀρχῆς τὸ Εἰλειθυιαῖον· | |
| δακτυλίδιον χρυσοῦν, ἀνδριάντιον, τύπιον χρυσᾶ, ὁλκὴ πάντων ·𐅂𐅂· τύπιον ἀργυροῦν, ὁλκὴν ·𐅂𐅂· δακτυλίδιον διάλιθον ἐν ταινιδίωι, Κερκίδος ἀ- | |
| 120 | νάθημα. [——] ἐν τῆι Χαλκοθήκηι τάδε χαλκᾶ· ὑδρίας ·Δ𐅃· ἄλλη πυθμένα οὐκ ἔχουσα· ὑδρίαι δύο, ἑκατέρα ἓν οὖς ἔχουσα· ὑδρία ἓν οὖς ἔχου- |
| σα· ὑδρία ἓν οὖς ἔχουσα, πυθμένα οὐκ ἔχουσα· ἄλλη πυθμένα οὐκ ἔχουσα, οὖς ἔχουσα ἕν· ὑδρία ὦτα οὐκ ἔχουσα δύο· στάμνος μέγας ἓν οὖ[ς] | |
| ἔχων· στάμνος βοιωτιακὸς ἓν οὖς ἔχων· στάμνος ἐλαιηρός· κρατῆρες τυρρηνικοὶ τρεῖς ὑπόστατα ἔχοντες· κρατήριον τυρρηνικὸν | |
| οὖς οὐκ ἔχον· κρατήριον λακωνικὸν τὸμ πυθμένα ἔχον ἀπο<πε>πτωκότα· κρατῆρες λακωνικοὶ τρεῖς· κανᾶ ὀρθηλὰ δύο· κανοῦμ μέγα πυθμέ- | |
| να οὐκ ἔχον· κανᾶ τρία· κάδοι λεῖοι δύο, ὁ εἷς πυθμένα οὐκ ἔχων· κάδοι στρεπτοὶ δύο· ἐσχάραι πυρκαιοὶ τρεῖς· λεβήτια ἐννέα ἀχρεῖα· χαλκία [με]- | |
| 125 | γάλα τρία ἀχρεῖα· χαλκία δύο μικρὰ ἀχρεῖα· χαλκία ἑπτὰ μικρὰ ἀχρεῖα· κρατὴρ στρογγύλος ὑπόστατον ἔχων· ἐχίνη στρατιωτική· ἐξάλειπτρο[ν]· |
| κανᾶ μικρὰ πέντε· πινακίσκοι τέτταρες· περιρραντήριον ὑπόστατον ἔχογ καὶ ἐπιγραφήν· χερνιβεῖα δύο τετρυπημένα, τὸ ἓν οὖς οὐκ ἔχο[ν]· | |
| χερνιβεῖα ὀκτὼ τετρυπημένα· ποδανιπτῆρες δύο οὐχ ὑγιεῖς, οὖς ἔχοντες ἓν ἑκάτερος· ψυκτῆρες τρεῖς ὦτα οὐκ ἔχοντες· λυχνεῖα | |
| σιδηρᾶ δύο ἐπὶ τοῖς μέσοις φιάλ[ας] οὐκ ἔχοντα· ὀβελίσκοι μικροὶ· ·ΔΔΔ𐅃· κλάσματα δύο· ἐσχάρα σιδηρᾶ· γαστροπτὶς διαπεπτωκυῖα· σκαφείω[ν] | |
| κλάσματα ·𐅃· δίσκοι χαλκοῖ δύο· [ἐσχα]ρίου μικροῦ ἥμυσυ κατεαγὸς ὑπόστατον ἔχον· ψυκτήριον ὦτα καὶ πυθμένα οὐκ ἔχον· χεὶρ σιδηρᾶ· οἰνοχόη. | |
| face C right | {²initio vss. 5 omnino oblitterati}² |
| 6 | καὶ τάδε ἐν τῆι |
| Χαλκοθήκηι | |
| παρελάβομεν· | |
| οἰνοχό[ην] χ̣α̣λ̣κῆ[ν] | |
| 10 | οὖς οὐκ ἔχουσαν· |
| οἰνοχό[ας ·Δ𐅃]· πυθμ[έ]- | |
| νας οὐκ ἐχού[σας]· | |
| οἰνοχό[ας δύο] οὖς | |
| [οὐκ ἐχο]ύσ[ας]· | |
| 15 | [ἄλλα]ς δύο [οὔτε οὖς] |
| [οὔτ]ε πυθμένα [ἐ]- | |
| [χού]σας, σα[κ]νά[ς]· | |
| [ἄλλας] δ[ύο σακνὰς] | |
| [πυθμένας οὐκ ἐχού]- | |
| 20 | [σας — — —] |
| {²c. vss. 12 e quibus ne una quidem littera conspicua est}² | |
| 32 | [τ]ὸν [τράχηλον ἀπο]- |
| κεκλα[σμένην· ἄλ]- | |
| [λην σ]υντεθλα[σμέ]- | |
| 35 | [ν]ην πυθμένα οὐκ |
| [ἔχουσαν· ἄλλας] | |
| [δύο] τοὺς πυθμέ- | |
| νας ἐκκεκομμέ- | |
| [νας]· ἄλλας ὀκτὼ | |
| 40 | ὦτα οὐκ ἐχούσας |
| οὐδὲ πυθμένας | |
| ἐχούσας· δύο [ο]ὔ[τ]ε | |
| [π]όδας [οὔτε] | |
| πυθμένας οὐκ ἐ- | |
| 45 | χούσα[ς], σακνάς· |
| [χόας ἐλαιη]- | |
| ροὺς [τ]ρεῖ[ς]· τού- | |
| των εἷς οὖς οὐκ | |
| ἔχ[ει· σπονδο]χόα[ι ·ΙΙ]· | |
| 50 | π̣ρ̣ο̣χ̣ο̣ΐ̣δ̣ι̣α̣ ΙΙΙΙ· ἓν |
| τούτων [— — — —] | |
| τὸν πυθμένα οὐ̣[κ] | |
| ἔχον· | |
| 53a | ἄ̣λ̣λ̣α̣ς̣ ο̣ἰ̣ν̣ο̣χ̣ό̣α̣ς̣ |
| δύο σακνά[ς]· | |
| 54 | οἰνοχόης τράχη- |
| 55 | λον· προχοΐδιον λε- |
| οντόπουν· κύαθοι | |
| μεγάλοι ·ΙΙΙΙ· μικρ[οὶ] | |
| δύο διαπεπτωκό- | |
| τες· ἄνθεμα | |
| {²vac. vss. 3}² | |
| {nihil unquam ibi exaratum fuisse videtur propter vitium lapidis}² | |
| 60 | [κ]οτταβείων δύο· |
| θυμιατήριον πόδα | |
| οὐκ ἔχον· Νίκη | |
| ἐπὶ ἰκτίνου· ἀρυσ- | |
| τῆρας μεγάλου[ς] | |
| 65 | 𐅃ΙΙ· μικροὺς ·ΔΔ𐅃Ι· |
| λυχνίαν χαλκῆν | |
| συντετριμμένην· | |
| στυλὶς μεγάλη λυ- | |
| χνίας χαλκῆς· ἐ- | |
| 70 | ξ̣αύσ[τρ]ιον· ξυσ[τῆ]- |
| ρα σιδηροῦν· ἠθμ[ὸν] | |
| ἀπὸ κρατῆρος [συν]- | |
| τετριμμένον· [ἄλ]- | |
| λον ἐγ ξύλωι [ἐν]- | |
| 75 | δεδεμένον· [σαυ?]- |
| νιοθῆκαι [σι]δ[ηραῖ] | |
| δύο· λυχνείου [κλάσ]- | |
| ματα δύο· λα[μπτῆ]- | |
| ρα ὦτα οὐκ ἔ[χοντα]· | |
| 80 | σκαφίδιον χαλκοῦ[ν] |
| τετρυπημένο[ν]· | |
| [φι]άλαι ·ΙΙΙΙ· τούτω[ν] | |
| μία ἀπὸ λυχνείο[υ] | |
| τετρυ[πη]μένη· | |
| 85 | χέρνιβ[ον]· ψυκτή- |
| ριον σακνὸν πυθ[μέ]- | |
| να οὐκ ἔχον· ποτ[η]- | |
| [ρ]ίδια δύο· λεβήτιον | |
| μικρόν· κάδων | |
| 90 | κλάσματα· χυτρί- |
| διον καὶ ψυκτήρι- | |
| ον μικρὰ [ὦτα] οὐκ | |
| [ἔ]χοντα· πυθμένας | |
| 𐅃ΙΙ· ἐπιστάτου | |
| 95 | κλάσματα· ζ[ώι]- |
| δια καὶ ὦτα καὶ πό- | |
| δες καὶ κλάσμα- | |
| [τ]α παντοδαπά· ἄ[ν]- | |
| θ̣ε̣μα λυχνείου δύ[ο]· | |
| 100 | τριποδίσκος πό- |
| δα οὐκ ἔχω̣ν· κ̣ε̣[ρα]- | |
| [μ]ύλλιον· ὁλκεῖον· | |
| [λ]επίδας χαλκᾶς | |
| [ἀπὸ τριπόδωγ καὶ | |
| 105 | {καὶ} ἀσπίδων λόγ- |
| χας ·𐅃ΙΙΙ· ἀσπίδας ἐ- | |
| πιχάλκους ·ΔΔ𐅃ΙΙ[ΙΙ]· | |
| πέλτην ἐπίχαλ[κον]. | |
| τάδε τεμένη | |
| 110 | ἀνεμισθώσα- |
| μεν· Πάνορμον, | |
| [καὶ] ἐμισθώσατο | |
| Σωτάδας Κρής· | |
| ἔγγυος Ἀντίγον- | |
| 115 | ος Ἀν[δρομένους?]· |
| Νικοῦ χῶρον, Ἡγη- | |
| σαγόρας ·ΗΗ𐅄Δ | |
| Δ𐅂· ἔγγυοι Ξενο- | |
| κλείδης, Ξενο- | |
| 120 | κλείδης· Χαρώ- |
| νειαν, Μελήσιπ- | |
| πος Ῥηναιεὺς κ- | |
| αὶ οἱ ἔγγυοι Ἱερόμ- | |
| βροτος, Σωσισθέ- | |
| 125 | νης· αὐτοὶ παρέ- |
| λαβον τά τε φυτ- | |
| ὰ καὶ τἄλλα τὰ γε- | |
| γραμμένα ἐν τῆι | |
| στήληι ἧι ἔστησα- | |
| 130 | ν Ἡγίας καὶ Ἀνά- |
| σχετος. vac. | |
| face D left.1 | καὶ τόδε ἄλλο ἀ[ρ]- |
| γύριον εἰσήκει· | |
| παρὰ Ἀριστοβού- | |
| λου τοῦ Λυσιξέ- | |
| 5 | νου τοῦ ἱερέως |
| τοῦ Ἀσκληπιοῦ | |
| τῶν ἱερείων | |
| τῶν θυθέντων | |
| τῶι Ἀσκληπιῶι | |
| 10 | τῶν δερμάτων |
| τιμὴ δραχμαὶ ·․ | |
| ΔΔ𐅂ΙΙΙ· vac. | |
| παρὰ Ἀμεινίου το[ῦ] | |
| Εὐθυπόλιδος Δ𐅃· | |
| 15 | παρὰ [․․․]δου |
| τοῦ Κρ[ι]το [— — — —] | |
| ΔΔΔ𐅃· παρὰ Χάρη- | |
| τος τοῦ Εὐκ̣λεί̣δου? | |
| ΔΔ𐅂𐅂 καὶ [— — —] | |
| 20 | ΓΕΙΣ ·Δ[— — —] |
| ΛΟΝ[․․]Τ[— — —] | |
| ΛΤΕ[— — — ἀρ]- | |
| γυρο[— — — — —] | |
| ΝΕ[— — — — —] | |
| 25 | ΑΥΡ[— — — —] |
| ΤΑΣΑ̣Μ̣[— — —] | |
| [․]ΟΛ[— — — — —] | |
| Σ̣[— — — — —] | |
| ΛΙ[— — — — —] | |
| 30 | ․Τ̣Λ̣[— — — — —] |
| ․ΑΡ̣Α[— — — —] | |
| Γ̣Ο̣Δ̣[— — — —] | |
| ΛΥΜΩ[— — — —] | |
| ΞΑ[— — — — —] | |
| 35 | 𐅃𐅂𐅂𐅂ΙΙ[— — — —] |
| Ν[— — — — —] | |
| Ν̣Η̣[— — — — —] | |
| ΑΝΑ[— — — —] | |
| 𐅄ΔΔΙ[— — — —] | |
| 40 | [․․]ΤΟΚ[— — — —] |
| 𐅃𐅂ΙΙΙ[— — — —] | |
| ΕΠΙ[— — — —] | |
| ΙΛΛΛΣ[— — — —] | |
| Καλλισθέ[ν — — —] | |
| 45 | ΔΟΥΑ[— — — —] |
| ΠΛΕΙΣ[— — — —] | |
| [․]ΒΛ[․]Σ[— — —] | |
| ΟΤ[— — — — —] | |
| {²vss. 8 consulto erasi}² | |
| 57 | οἵδε ἐνοίκια οὐ [τε]- |
| θήκασιν [ἐπὶ] τῆς | |
| ἡμετέρας ἀρχῆ[ς], | |
| 60 | ἀλλὰ ὀφεί[λουσι] |
| τῶι θεῶι αὐτοὶ | |
| καὶ οἱ ἐγγυηταί· | |
| Ἀριστοκράτης | |
| Ἀμύνου δραχμὰς | |
| 65 | ΔΔΔ𐅃𐅂𐅂𐅂𐅂· ἔ[γγυ]- |
| οι Ἡγησαγόρας Μ[η]- | |
| τροδώρου, Μητ[ρό]- | |
| δωρος Ἀμύνου· | |
| Ἀπήμαντος Λε̣[ω]- | |
| 70 | [φ]ῶντος ·ΔΔ𐅃ΙΙΙ· [ἔγ]- |
| γυος <Σ>φ̣όγγος? Ἀ[πη]- | |
| μάντου· Ἱέρακο[ς] | |
| Θεοκύδους ·ΔΔΔ | |
| 𐅂̣𐅂𐅂𐅁· ἔγγυοι Διον̣[υ]- | |
| 75 | σόδωρος Μα̣[ρ]α[θω]- |
| νίου, Τιμοκράτης | |
| Ἐπιγένους. vac. | |
| {²vac. = vss. 2}² | |
| 78 | οἵδε τόκους οὐ τε- |
| θήκασιν [ἐπὶ τῆς ἡ]- | |
| 80 | μετέρας ἀρχῆς· |
| [Π]ολύξενος Φω[και]- | |
| έως δρα[χμ]ὰ[ς] ·Η· Δ[ίαι]- | |
| τος Ἀπολλ[οδώρου] ·Δ𐅂[𐅂]· | |
| [Θ]εόγν[ωτος ․․․․] | |
| 85 | 𐅄̣Δ̣Δ𐅃ΙΙΙ· Ξένων |
| Ἑρμιονεὺς ·ΔΔΙ̣Ι̣Ι̣· | |
| [Φ]ερεκλείδης ὑπὲρ | |
| [α]ὑτοῦ καὶ Προξένου | |
| 𐅄̣ΔΔ𐅃𐅂̣𐅂̣𐅂̣[ΙΙΙ? καὶ ὑ]- | |
| 90 | πὲρ Χάρητος ·ΔΔ𐅃̣· |
| ὑπὲρ Νεωκόρου ·Δ𐅃. | |
| ξύλα κέδρινα πα- | |
| ρελάβομεν Δ̣Δ̣Δ̣𐅃̣· | |
| τούτων κατεχρή- | |
| 95 | σθη εἰς τὴν [ὀρο?]- |
| φὴν τοῦ νεὼ τοῦ Ἀ- | |
| πόλλωνος 𐅃̣Ι̣Ι̣[․․․․] | |
| [․․․․]ΙΙΙ· ε̣ἰ̣ς̣ [τὴν ὀροφὴν? τοῦ] | |
| Πωρίνου [․․․․․․․] | |
| 100 | ξύλα Δ̣Δ̣Δ̣[․․․․ εἰς] |
| τὰς θυρίδας [τοῦ Προ]- | |
| πύ[λου — — — —]. | |
| περιεγ[ένετο ξύ]- | |
| λα δύο· [ταῦτα πα]- | |
| 105 | ρεδ[ώκαμεν ἱερο]- |
| ποιοῖ[ς Δ]ημόνωι | |
| Νίκω[νος, Πίστηι] | |
| Ξένω[νος ․․․․․] | |
| ΝΗ̣ΣΕ[— — — —] | |
| 110 | Χ̣ΛΝ̣[— — — — —] |
| καὶ τάδε ἄλλα ξύλα | |
| κατεχρήσθη· [εἰς] | |
| τὴν ὀ[ροφὴ]ν τοῦ [Πω]- | |
| ρ̣ίνου ξύλα [ἀπὸ] | |
| 115 | τῶμ παλαιῶν ξύ- |
| λων τῶν [πα]- | |
| ρὰ Νικομήδου ἀ[γορασ]- | |
| θέντων· εἰς τὸ[ν ἔμ]- | |
| βολον τῶι μελάθρωι | |
| 120 | δοκὸν ἑκκαιδεκά- |
| πηχυν καὶ ἄλλην [δο]- | |
| κὸν δεκάπηχυν <κ>α̣[ὶ] | |
| τόμους τετραπή- | |
| χεις ποδιαίους ·ΙΙΙΙ· | |
| 125 | ἄλλην δοκὸν ἑνδε- |
| κάπηχυν εἰς τὸ λο- | |
| [γ]εῖον τῆς σκηνῆς· | |
| τ̣όμον τετράπη- | |
| χυν εἰς τὰς θύρας | |
| 130 | τοῦ Προπύλου· τόμον |
| τετράπηχυν· σανί- | |
| δας πτελεΐνας ·ΙΙ. |
IG XI,2
161