[ ] Att. — med. s. III p.
See also:
1 μυστιπόλοι Δήμητρος, ἐμεῖό τις ἱερὴ ἔστω
μνημοσύνη Δηοῦς παρ’ ἀνακτόρῳ· οὔνομα μέν μο[ι]
[Εὐ]νείκη, τίκτεν δὲ Θάλειά με κυδήεσσα
πατρὶ φίλῳ Καλλαίσχρῳ ἀγακλεῖ, τοῦ δ’ ἄρ[α μήτηρ]
5 Εὐνείκη. τῆς δ’ αὖτε σαόφρων ἱερόφ[αντις]
ἦεν ἀπ’  Εἰσαίοιο φερώνυμος Ἀντολί[ης τε]
[Ε]ἰσιδότη, τοῦ κῦδος ἀμύμονοἉδριανοῖο]
ῥητήρων· πάππος δ’ ἄρ’ ἐμεῦ πέλεν –⏑⏑ –⏑
Ζωίλος, ὃς δοιοῖσιν ἀδελφειοῖς φρόν[ει ἶσα],
10 τῷ μὲν ἀπ’ αἰγλήεντος ἀνακτόρου ἱερο[φάντῃ]
Γλαύκῳ· ἀτὰρ σοφίης ἡγήτορι —— τὴν <δ>ὲ Πλά[τωνος]
δρέψατο —— ∶ Καλλαίσχρῳ περιωνύμῳ ∶ οὐ μὲν ἐμεῖο
[τηλ]οῦ συνκλήτοιο πέλει γένος· ἀνχόθι γάρ μο[ι]
[․․․․ ἀνε]ψιαδῶν ἕπεται κλέος Αὐσονίηθεν.
15                 vac.
Search Help
Contact Us