Metrical dedication of a statue for Eunike.  Base of white (“Pentelic”) marble.
[ ] Attica — Eleusis — late 3rd c. AD — IG II² 3709 — Hesperia Suppl. 8 (1949) 250, 2
See also:
1 μυστιπόλοι Δήμητρος, ἐμεῖό τις ἱερὴ ἔστω
μνημοσύνη Δηοῦς παρ’ ἀνακτόρῳ· οὔνομα μέν μο[ι]
[Ε]ὐνείκη, τίκτεν δὲ Θάλειά με κυδήεσσα
πατρὶ φίλῳ Καλλαίσχρῳ ἀγακλεῖ, τοῦ δ’ ἄ̣ρ̣α̣ μ̣[ήτηρ]
5 Εὐνείκη. τῆς δ’ αὖτε σαόφρων ἱερόφα̣[ντις]
ἦεν ἀπ’ Εἰσαίοιο φερώνυμος Ἀντολί[ηθεν]
Εἰσιδότη, τοῦ κῦδος ἀμύμονο̣[ς Ἁ]δ̣[ριανοῖο]
ῥητήρων· πάππος δ’ ἄρ’ ἐμεῦ πέλεν [– ⏑ ⏑  – ⏑]
Ζωίλος, ὃς δοιοῖσιν ἀδελφειοῖς φρόν[ει ἶσα],
10 τῷ μὲν ἀπ’ αἰγλήεντος ἀνακτόρου ἱεροφ̣[άντῃ]
Γλαύκῳ· ἀτὰρ σοφίης ἡγήτορι — τήν τε Πλάτ[ωνος]
δρέψατο — ∶ Καλλαίσχρῳ περιωνύμῳ ∶ οὐ μὲν ἐμεῖο
[τη]λ̣οῦ συνκλήτοιο πέλει γένος· ἀνχόθι γάρ μο[ι]
[․․․․] ἀ̣ν̣ε̣ψιαδῶν ἕπεται κλέος Αὐσονίηθεν.
                                   vacat
Search Help