1 | Δήμητρι καὶ Κόρηι |
ἡ ἱερὰ γερουσία Μ Αὐρήλιον | |
λιθοφόρον Πρόσδεκτον | |
Πιστοκράτους Κεφαλῆθεν | |
5 | πρεσβεύσαντα προῖκα, |
τιμηθέντα δὲ ὑπὸ θεοῦ | |
Κομμόδου τῇ Ῥωμαίων | |
πολιτείᾳ, ἄρξαντα τοῦ | |
Κηρύκων γένους, ἄρξαν- | |
10 | τα τῆς ἱερᾶς γερουσίας, |
εὐσεβείας ἕνεκα. | |
Ἀττικὸς Εὐδόξου Σφήττιος ἐποίησε. |
IG II²
3658