| 1 | [μ]νῆμα τόδε ὑψιφανὲς Δη[οῦ]ς ζακ[όρ]οιο δέδορκας |
| μυρίον ἐν σοφίῃ κῦδος ἐνενκαμένου, | |
| ὃς τελετὰς ἀνέφηνε καὶ ὄργια πάννυχα μύσταις | |
| Εὐμόλπου προχέων ἱμερόεσσαν ὄπα, | |
| 5 | ὃς καὶ δυσμενέων μόθον οὐ τρέσεν, ἀλλ’ ἐσάωσεν |
| ἄχραντα ἀρρήτων θέσμια Κεκροπίδαις. | |
| ἆ μάκαρ, ὃν καὶ δῆμος ἐπεστεφάνωσε γεραίρων | |
| — — — — |
IG II²
3639