[ ] Att. — c. 170 p.
See also:
1 [μ]νῆμα τόδε ὑψιφανὲς Δη[οῦ]ς ζακ[όρ]οιο δέδορκας
     μυρίον ἐν σοφίῃ κῦδος ἐνενκαμένου,
ὃς τελετὰς ἀνέφηνε καὶ ὄργια πάννυχα μύσταις
    Εὐμόλπου προχέων ἱμερόεσσαν ὄπα,
5 ὃς καὶ δυσμενέων μόθον οὐ τρέσεν, ἀλλ’ ἐσάωσεν
      ἄχραντα ἀρρήτων θέσμια Κεκροπίδαις.
ἆ μάκαρ, ὃν καὶ δῆμος ἐπεστεφάνωσε γεραίρων
  — — — —
Search Help
Contact Us