| 1 | ὄλβιος, ὦ Μαραθών, νῦν ἔπλεο, καὶ μελεδαντός |
| ἀνδράσιν ἠὲ πάρος, φαίδιμον Ἀλκαΐδην | |
| νοστήσαντ’ ἐσορῶν ἀβίων ἀπὸ Σαυροματάων | |
| γαίης ἐκ νεάτης, ἔνθα φιλοπτολέμῳ | |
| 5 | Αὐσονίων βασιλῆι συνέσπετο τῆλ’ ἐλάοντι. |
| τὸν μὲν ὁ κισσοφόρος παῖς Διὸς ἱρέα ὃν | |
| αὐτὸς ἄγεν πάτρην ἐς ἀοίδιμον Εἰραφιώτης, | |
| ἐξόπιθεν δὲ θεὼ δωσιβίω πρόεσαν. | |
| τοῖσι δ’ Ἀθηναίη πολιήοχος ἀντεβόλησε | |
| 10 | ἐρχομένοις Ῥειτώ, Χαλκιδικὼ ποταμώ, |
| Θρειῶζ’, ἔνθ’ ἁλίω συμβάλλετον οἶδμα ῥόος τε, | |
| λαὸν ἄγουσα ἔτας πάντας ὁμηγερέας, | |
| ἱρῆας μὲν πρῶτα θεῶν κομόωντας ἐθείραις | |
| κόσμῳ τῷ σφετέρῳ, πάντας ἀριπρεπέας, | |
| 15 | ἱρείας δὲ μεταῦθι σαόφρονα Κύπριν ἐχούσας, |
| τῇς δ’ ἔπι κυδαλίμους παῖδας ἀοιδοπόλους | |
| Ζηνὶ θεηκολέοντας Ὀλυμπίωϊ μασικύδρους, | |
| τοῖσι δ’ ἔπ’ ἠϊθέους ἵστορας ἠνορέης, | |
| παῖδας Ἀθηναίων χαλκῷ γανάοντας ἐφήβους, | |
| 20 | τοὺς αὐτός, λήθην πατρὸς ἀκειόμενος |
| Αἰγείδεω, λώβης δ<ν>οφοείμονος ἔσχεθε κούρο[υς] | |
| ἀργυφέαις χλαίναις οἴκοθεν ἀμφιέσας, | |
| δωρηθεὶς γ’ ἐνετῇσι κατωμαδὸν ἠλέκτροιο. | |
| τῶν δ’ ὄπιθεν βουλὴ κεκριμένη Κεκρόπων | |
| 25 | ἔξαιτος προτέρω κίον ἀθρόοι, ἡ μὲν ἀρείω[ν], |
| ἡ δ’ ἑτέρη μείων ἕσπετο τῇ κατόπιν. | |
| πάντες δ’ ἐστολάδαντο νεόπλυτα φάρ[εα λευκά]· | |
| τῶν δ’ ἀνχοῦ προβάδην ἔστιχ[εν ἄλλος ὄχλος] | |
| ἐνδήμων ξείνων τε καὶ αι — — | |
| 30 | οὐδέ τις οἰκοφύλαξ λείπ[ετ’ ἐνὶ μεγάροις] |
| οὐ παῖς, οὐ κούρη λευ[κώλενος, ἀλλ’ ἀγέροντο] | |
| δέγμενοι Ἡρώδην — — | |
| ὡς δ’ ὅτε παῖδα γε̣ — — | |
| ἀμφιπέσῃ μή[τηρ — —] | |
| 35 | τηλόθεν ἐ[ξ ἀπίης γαίης — —] |
| χαιροσύ[νῃ — —] | |
| πλήν — — | |
| ὦ[ρ]σ[ε? — —] |
IG II²
3606