col. I.1 | Πόση Ποσέους Μαραθω- |
νίου θυγάτηρ τὴν ἑαυ- | |
τῆς τήθην, ἱερόφαντιν | |
νεωτέρας, Περικλέους | |
5 | ἐξ Οἴου θυγατέρα, τὴν |
ἀπὸ Περικλέους ταῖν θε- | |
αῖν εὐσεβείας ἕνεκεν. | |
7a | vac. 0.075 |
8 | ἐπὶ ἱερείας Φλαουίας Λαοδαμεί- |
ας τῆς Κλείτου Φλυέως θυγα- | |
10 | τρός. |
col. II.11 | Τιβέριον Κλαύδιον Ἱεροφάντην Καλλικρατίδου Τρικορύσιον, |
ἔπαρχον ἀρχιτεκτόνων δήμου Ῥωμαίων γενόμενον, | |
ἔπαρχον σπείρης Ἱσπανῶν δευτέρας, ἄρξαντα τὴν | |
ἐπώνυμον ἀρχὴν ἐπὶ μεδίμνῳ καὶ δε[κ]απέντε δραχμαῖς, | |
15 | κηρυκεύσαντα τῆς ἐξ Ἀρείου πάγο[υ β]ουλῆς, κήρυκα |
βουλῆς καὶ δήμου γενόμενον ἐπὶ δ[η]ναρίοις δυσί, | |
ἐπιμελητεύσαντα τῆς πόλεως, ἀγωνοθετήσαντα, | |
γυμνασιαρχήσαντα, στρατηγήσαντα, πρεσβεύσαντα | |
πολλάκις, Ἐλευσεινίαις θεαῖς εὐσεβείας ἕνεκεν. | |
19a | vac. 0.20 |
20 | ἐπὶ ἱερείας Φλαουίας Λαοδαμείας τῆς Κλείτου Φλυέως θυγατρός. |
IG II²
3546