Dedication of statues in honor of Hierophantis and Ti. Claudius Hierophantes.  Large block of blue-gray (“Hymettian”) marble; inscriptions in two different but similar hands.
[ ] Attica — Eleusis — early 2nd c. AD — IG II² 3546
See also:
I, left.1 Πόση Ποσέους Μαραθω-
νίου θυγάτηρ τὴν ἑαυ-
τῆς τήθην, Ἱερόφαντιν
Νεωτέρας, Περικλέους
5 ἐξ Οἴου θυγατέρα, τὴν
ἀπὸ Περικλέους ταῖν Θε-
αῖν εὐσεβείας ἕνεκεν.
      vac. 0.075 m.
8 ἐπὶ ἱερείας Φλαουίας Λαοδαμεί-
ας τῆς Κλείτου Φλυέως θυγα-
10             τρός.
II, right.11 Τιβέριον Κλαύδιον Ἱεροφάντην Καλλικρατίδου Τρικορύσιον,
ἔπαρχον ἀρχιτεκτόνων δήμου Ῥωμαίων γενόμενον,
ἔπαρχον σπείρης Ἱσπανῶν δευτέρας, ἄρξαντα τὴν
ἐπώνυμον ἀρχὴν ἐπὶ μεδίμνῳ καὶ δε[κ]απέντε δραχμαῖς,
15 κηρυκεύσαντα τῆς ἐξ Ἀρείου πάγο[υ β]ουλῆς, κήρυκα
βουλῆς καὶ δήμου γενόμενον ἐπὶ δ[η]ναρίοις δυσί,
ἐπιμελητεύσαντα τῆς πόλεως, ἀγωνοθετήσαντα,
γυμνασιαρχήσαντα, στρατηγήσαντα, πρεσβεύσαντα
πολλάκις, Ἐλευσεινίαις Θεαῖς εὐσεβείας ἕνεκεν.
                            vac. 0.20 m.
20 ἐπὶ ἱερείας Φλαουίας Λαοδαμείας τῆς Κλείτου Φλυέως θυγατρός.
Search Help
Contact Us