[ ]
Att. — med. s. II a.
1 | Παλλὰς Ἐρεχθειδᾶν ἀρχαγ[έτι, σὸ]ν κατὰ ναόν |
ἅδε τοι ἱδρύθη Φιλτέρα ἱρ[οπόλ]ος, | |
*BOUTADE/WN E)TU/MWN E)C AI(/[MATOS], A(=S GENE/TWR ME/N | |
ταγὸς ἔφυ στρατιᾶς πεντάκι Παυσίμαχος, | |
5 | τοὶ πρόγονοι δ’ ἄνθησαν ἐν Αἰγείδαισι Λυκοῦργος |
χὡ χθονὶ τιμάεις Ἀτθίδι Διογένης· | |
ἐν τῶι μὲ[ν] ῥήτωρ λόγος ἅνδανεν, οὗ δὲ δι’ ἔργα | |
ἔδρακεν ἀρχαίαν πατρὶς ἐλευθερίαν. | |
8a | vac. 0.055 |
9 | [Εὔ]χειρ καὶ Εὐβουλίδης Κρωπίδαι ἐποίησαν. |