| 1 | Παλλὰς Ἐρεχθειδᾶν ἀρχαγ[έτι, σὸ]ν κατὰ ναόν |
| ἅδε τοι ἱδρύθη Φιλτέρα ἱρ[οπόλ]ος, | |
| Βουταδέων ἐτύμων ἐξ αἵ[ματος], ἇς γενέτωρ μέν | |
| ταγὸς ἔφυ στρατιᾶς πεντάκι Παυσίμαχος, | |
| 5 | τοὶ πρόγονοι δ’ ἄνθησαν ἐν Αἰγείδαισι Λυκοῦργος |
| χὡ χθονὶ τιμάεις Ἀτθίδι Διογένης· | |
| ἐν τῶι μὲ[ν] ῥήτωρ λόγος ἅνδανεν, οὗ δὲ δι’ ἔργα | |
| ἔδρακεν ἀρχαίαν πατρὶς ἐλευθερίαν. | |
| 8a | vac. 0.055 |
| 9 | [Εὔ]χειρ καὶ Εὐβουλίδης Κρωπίδαι ἐποίησαν. |
IG II²
3474