| 1 | τόνδε νεώ σοι, ἄναξ, Διονύσιος εἵσατο τῆιδε |
| καὶ τέμενος θυόεν καὶ ξόαν’ εἴκελά σοι | |
| καὶ πάντ’, οὐ πλοῦτον κρίνας πολυάργυρον αὔξειν | |
| ἐν δόμωι ὡς τὸ σέβειν, Βάκχε, τὰ σοὶ νόμιμα. | |
| 5 | [ἀ]νθ’ ὧν, ὦ Διόνυσ’, ὢν ἵλαος οἶκον ἅμ’ αὐτοῦ |
| [καὶ] γενεὴν σώιζοις πάντα τε σὸν θίασον. |
IG II²
2948