[ ] Lokris, W. — Amphissa — 200-150 BC
— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
[— — — — — — — — — — — — — — — — — — — — — — καὶ τἆλλα τίμια]
1 [π][ντα, κ]α[θ]ὼς κ[α]ὶ τοῖς ἄλλοις προξένοις κ̣[αὶ εὐεργέταις]
[τᾶ]ς π[όλιο]ς ὑπάρ[χ]ει. βουλαρχέοντος Λυσιπόνου το[ῦ — — —]-
[․․․․ ἔγγυοι] τᾶς προξενίας Λυσίπονος καὶ Χαρίξενο[ς].
                  [ἀγαθ]ᾶι τύχαι.
5 [Ἀμφισσέ]ων [οἱ ἄρ]χοντες καὶ ἁ πόλις Σκαρφέων τοῖς ἀρχόντ[οις]
[καὶ τᾷ βουλᾷ] καὶ τᾶι πόλει χαίρειν· τῶν δεδομένων τιμίων ὑπὸ
[τᾶς] πό[λι]ο[ς] ἁμῶν Μηνοφάντωι Ἀρτεμιδώρου Μακεδόνι Ὑρκανίῳ
[τὸ ἀ]ντί[γ]ραφον ἐξαπεστάλκαμεν ποτὶ τὰν ὑμετέραν πόλιν,
[καθάπερ] καὶ αὐτὸς ὀ Μηνόφαντος ἁμὲ παρεκάλεσε. μηνὸς Ἀμ[ῶ]-
10 [νο]ς [ἕ]κτᾳ ἐπ’ εἰκάδι. νομογράφων· ἐπειδὴ Μηνόφαντος Ἀρτεμιδ[ώ]-
[ρου] Μακεδὼν Ὑρκάνιος ἰατρὸς μεταπεμφθεὶς ὑπὸ τᾶς πόλιο[ς]
[μ]ετὰ πρεσβείας καὶ ἐργολαβήσας μόνος τὸ ἰατρικὸν ἔργον
[τῶ]ν ἀεὶ ἐμπιπτόντων ἀρρωστημάτων φιλοτέχνως ἐπιμελ[ό]-
[με]νος καὶ σπουδάζ[ω]ν κατὰ δύναμιν ἰδίαν μετὰ τᾶς τῶν θε[ῶν]
15 [εὐν]οίας σῴζειν το[ὺς] κινδυνεύοντας ἀνέγκλητ<ο>ς ἐγενήθη, τ[ὰν]
[ἐγχει]ρισθεῖσαν αὐτῷ πίστιν περὶ τᾶς κοινᾶς σωτηρίας ἐφ’ ἵσου καὶ πο[θ’]
[ἅπ]αντας εὐνοϊκῶς διαφυλάξας τάν τε κατὰ τὸν βίον ἀναστροφὰν
[πά]ντα τὸν τᾶς παρεπιδαμίας χρόνον εὔτακτον καὶ σώφρονα παρέσχ[ε]
[κα]τ̣ὰ ἀξίαν τᾶς τε πόλιος καὶ τοῦ ἐπιταδεύματος, ἔτι δὲ καὶ τᾶς
20 [καθ’] ἑαυτὸν ἁλικίας, εἵνεκεν δὲ τῶν ποτιπεπτωκότων αὐτῷ π[αρὰ]
[τῶν] ο̣[ἰκεί]ων(?) χωρι[ζ]όμενος ἐκ τᾶς πόλιος ἁμῶν ἐποιήσατο πόθ[οδον]
[ποτὶ τὸ]ν δᾶμον ἀσπαζόμενος κοινῶς πάντας διελέγη τ[ε]
[μετὰ] πάσας εὐνοίας αὐτοῦ φροντίδα ποιήσασθαι τὰν κ[αθή]-
[κουσ]αν, δεδόχθαι τῷ δάμῳ· ἐπαινέσαι τε αὐτὸν ἐπὶ τ[ῷ ․c.6․․]
25 [τ]ῷ ἐς δύ[ναμιν] καὶ δόμεν αὐτῷ συμπαραπομ[πο]ὺς ἀσ[τούς],
[ἵνα κομισθῇ(?) μ]ετ’ ἀσ[φ]α[λ]είας, ἐν οὕς κα προαι[ρ]ῆται τόπους·
[ἐξαποστεῖλ]αι δὲ καὶ τᾶς δεδομένας αὐτῷ προξενίας τὸ ἀντίγρ[α]-
[φον τύχ]αι ἀγαθᾷ ποτὶ τὰν πόλιν τῶν Σκαρφέων, ἔ[τι δ]ὲ καὶ ποτὶ τὰ[ν]
τῶν Ὀπουντίων. vv Ἀμφισσεῖς ἔδωκαν Μην[οφ]άντῳ Ἀρτεμ[ι]-
30 [δ]ώρου Μακεδόνι Ὑρκανίῳ αὐτῷ καὶ ἐγγόνοις προξενίαν, ἰσο-
[πολι]τείαν, γᾶς καὶ οἰκίας ἔγκτησιν, ἐπινομία[ν] καὶ ἀσφάλει-
[αν πολ]έμου καὶ εἰράνας καὶ τἆλλα τίμια πάντα, ὅσα καὶ τοῖς ἄλ-
[λοις] προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει. βουλαρχέοντος
[Ἀ]ντιγένεος τοῦ Βίωνος. ἔ[γγυος ․c.5․]τ̣ος ․․άσω[νο]ς. {²vac.?}²
Search Help